303
χαίροντες ἐπὶ διατροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης.» «Φιλαμαρτήμων χαίρει μάχαις.» «Ἐκζητοῦντα κακὰ καταλήψεται αὐτόν.» «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά.» «Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ∆ήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.» «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» «Τέκνον, ἐν τοῖς ἀγαθοῖς μὴ δὸς μῶμον.» «Οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετὸν, καὶ οὐ καθῆκον δοξάσαι ἄνδρα ἁμαρτωλόν.» Προδοσία τῆς ἀληθείας ἐστὶ, καὶ ἐθισμὸς πρὸς διαφθορὰν ἡ τῶν πονηρευομένων ἀποδοχή. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσιν· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν ἐπαινοῦσιν· τὸν ἄσωτον ἐλεύθερον· τὸν πονηρὸν καὶ ἀσελγῆ ἀπολαυστικὸν, ἔτι καὶ ἀνειμένον· καὶ ἅπαξ ἁπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὁρίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν ἑαυτῶν τῇ ζωῇ, καὶ ἀποδίκους ἑαυτοὺς τῇ αἰωνίᾳ κρίσει, δι' ὧν ἀποδέχονται, καθιστῶσι. Ἐπιμελέστερον ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἄνθρωπον ἢ λόγον δικαιώσωμεν κατὰ τὴν πρὸς ἡμᾶς χάριν, προσαχθέντες αὐτῷ τῇ συγκαταθέσει. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι. Ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Οὐ τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει τινὰ κόλασιν, οὐ τὴν τυχοῦσαν ἡμῖν· καὶ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, αὐ 96.425 τῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Τοῦ γὰρ ἁμαρτάνειν, τὸ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας πολὺ μεῖζον εἰς κολάσεως λόγον. Καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ ἐστι γνώσεως, καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ γὰρ ἐπαινῶν πονηρίαν, ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν, ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἐνομοθέτησεν. ∆ιὰ τοῦτο οὐχὶ τὰ φαῦλα πράττοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς, ἢ χαλεπωτέρας ἐκείνοις κοινωνοῦσι κολάσεως. Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Ἐπίτασις κακίας, τὸ μὴ μόνον αὐτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν αὐτοῖς.
ΤΙΤΛ. Γʹ. -Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων.
«Ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐπορνεύθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ. Καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.» «Γνοὺς δὲ Αὐνὰν, ὅτι οὐχ αὑτῷ ἔσται τὸ σπέρμα, καὶ ἐγένετο ὅταν εἰσῆλθεν πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν, τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.» «Ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς· καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εὐφραθᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ, υἱοὺς Ἱεροβαὰλ οʹ ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωθὰν υἱὸς Ἱεροβαὰλ ὁ νεώτερος, ὅτι ἐκρύβη.» «Ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ, καὶ ἐξήγαγεν αὐτὴν πρὸς τοὺς ἔξω· καὶ ἔγνωσαν αὐτὴν, καὶ ἐνέπαιξαν αὐτὴν ὅλην τὴν νύκτα ἕως πρωΐ· καὶ ἐξαπέστειλαν αὐτὴν, καὶ ἀνέβη τῷ πρωΐ, καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὰς θύρας τοῦ πυλῶνος τοῦ οἴκου, οὗ ἐκεῖ ὁ ἀνὴρ αὐτῆς, ἕως οὗ διαφαύσῃ. Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τῷ πρωΐ, καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου,