1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

303

ἐπλήρου, οὕτως ἀπὸ τῆς ἀρχῆς μέχρι τῶν ὑπηκόων ἡ ἀπὸ τῆς συμφωνίας ὠφέλεια χωρεῖ. γʹ. "Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών." Πάλιν εἰς ἑτέραν εἰκόνα μετέβη, τῆς συμφωνίας διδάσκων τὸ χρήσιμον· καὶ ταύτην ἔφη σεν ἐοικέναι τῇ δρόσῳ, τῇ ἀπὸ τοῦ Ἀερμὼν τῇ Σιὼν ἐπιφερομένῃ. Τοσαύτη δὲ αὕτη, ὡς καὶ στα γόνας τοὺς κεράμους ἐκπέμπειν. Τὸ δὲ Ἀερμὼν· ὄρος ἐστὶ, καὶ αὐτὸ τῆς Παλαιστίνης, τῇ γῇ διαφέ ρων τοῦ Ἰσραήλ. "Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος." Οὐκ ἐν Ἀερμὼν, ἀλλ' ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΓʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἁρμόττει δὲ καὶ οὗτος τοῖς ἀπὸ Βαβυλῶνος

ἐπανελθοῦσι. Προσφέρει δὲ καὶ πᾶσι τοῖς εὐσεβέσι παραίνεσιν, ὥστε μὴ μό νον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ τὸν Θεὸν ἀν υμνεῖν. "Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ 80.1913 λοι Κυρίου." Οὐ πάντων τὸ ὑμνεῖν, ἀλλὰ τῶν τὴν θείαν δεσποτείαν ἀσπαζομένων, καὶ τοῦ ∆εσπότου τὴν θεραπείαν περὶ πολλοῦ ποιουμένων. Τῶν γὰρ τῆς ἁμαρτίας δεξαμένων τὰ τραύματα ἴδιον τὸ δα κρύειν, καὶ ὀλοφύρεσθαι, καὶ τὴν θείαν φιλανθρω πίαν αἰτεῖν. "Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν." Παρεγγυήσας ὑμνεῖν, ἐδίδαξε καὶ τῆς ὑμνῳδίας τὸν τρόπον. Πανταχοῦ μὲν γὰρ αἴρειν ὁσίους χεῖρας ὁ θεῖος ἐνομοθέτησε Παῦ λος· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις προσήκει χωρίοις τὴν ὀφειλομένην τῷ Θεῷ προσφέρειν προσκύνησιν. βʹ. "Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον." ∆ιδάξας τὸν τόπον, διδάσκει καὶ τὸν καιρόν. Ἁρμοδία γὰρ εἰς ὑμνῳδίαν ἡ νὺξ, πολλὴν παρέχουσα τὴν ἡσυχίαν, καὶ τῶν πολλῶν θορύβων ἀπηλλαγμένη. Τὸ δὲ τὰς χεῖρας αἴρειν καὶ τὸ κρατῆσαν ἔθος παρακελεύε ται. γʹ. "Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν." Ἵνα γὰρ μή τις ὑπολάβῃ τῇ Σιὼν περιγεγράφθαι τὸν τῶν ὅλων Θεὸν, εἰκό τως αὐτὸν ἔδειξε τῶν ὅλων δημιουργόν· διὰ γὰρ οὐ ρανοῦ καὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν περιέλαβε· ἐν οὐρανῷ γὰρ ἄγγελοι, ἐπὶ γῆς δὲ ἄνθρωποι, καὶ τὰ διὰ τούτους γενόμενα. ΕΡΜΗΝ. ΤΟΥ ΡΛ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Ἀλληλούϊα. Ὠδὴ τῶν ἀναβαθμῶν." Αἶ-νος οὗτος ἕτερος, καὶ ὁ αὐτὸς ὑπὸ τῶν τῆς ἐλευθε ρίας τετυχηκότων προσενεχθεὶς τῷ Θεῷ. Τοῦ δὲ Ἀλ ληλούϊα καὶ ἤδη τὴν ἑρμηνείαν εἰρήκαμεν. "Αἰνεῖ τε τὸ ὄνομα Κυρίου· αἰνεῖτε, δοῦλοι, Κύριον." Ἐπειδὴ ἀόρατος ἡ θεία φύσις, ὑμνεῖν δὲ ταύτην παρακελεύε ται, εἰκότως εἶπεν, "Αἰνεῖτε τὸ ὄνομα Κυρίου." Ἀρκέσθητε, φησὶ, τῇ τοῦ Θεοῦ προσηγορίᾳ, καὶ μὴ ζητήσητε ἰδεῖν, ἃ μὴ θέμις ἰδεῖν. βʹ. "Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν." Βαβυλωνίων, φησὶν, ἀπαλλαγέντες δουλείας, καὶ τῆς τῶν θείων αὐλῶν ἀπολαύοντες εὐπρεπείας, τὸν τούτων χορηγὸν τῶν ἀγαθῶν ἀν υμνήσατε. γʹ. "Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος." Ἀφορμὴν τῆς ὑμνῳδίας ποιήσατε τοῦ ὑμνουμένου τὴν ἀγαθότητα. "Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι κα λόν." Πολὺ δὲ καὶ ἐντεῦθεν προσγινόμενον ὑμῖν κέρδος. Εἶτα τῶν εἰς αὐτοὺς γεγενημένων εὐεργε σιῶν ποιεῖται τὴν μνήμην. δʹ. "Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὸν Ἰσραὴλ εἰς ἐξαίρετον ἑαυ τῷ. Πλείονος αὐτὸν, φησὶν, ἐπιμελείας ἠξίωσε, καὶ οἰκεῖον λαὸν ἀπεκάλεσε, καὶ πάντων ἀνθρώπων κη 80.1916 δόμενος, τούτου διαφερόντως πεφρόντικε. Ταῦτα δὲ καὶ ὁ μακάριος ἔφη Μωσῆς· "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενή θη μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κλη ρονομίας αὐτοῦ Ἰσραήλ." εʹ. "Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς." ∆ι' αὐ τῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων τοῦ ἡμε τέρου Θεοῦ τὴν