303
γεγραμμένον, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· σὺ ἱερεὺς εἶ εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. σὲ δὲ τίς κέκληκεν, ἀδελφέ, τίς δὲ κατέστησεν νομοθέτην ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ, ὅς, μηδὲ ἄρχεσθαι τυχὸν μεμαθηκὼς κἀκ τούτου μηδὲ ἄρχειν τινὸς τεθεωρημένος, ὀφείλεις νομοθετεῖσθαι μᾶλλον ἢ νομοθετεῖν, χειραγωγεῖσθαι μᾶλλον ἢ χειραγωγεῖν, φωτίζεσθαι ἢ φωτίζειν, διδάσκεσθαι ἢ διδάσκειν, κἀκ τῆς τοῦ προτέρου πείρας ἐπὶ τὸ δεύτερον ἀνιέναι, ὥσπερ δὴ θεῖος νόμος καὶ κάλλιστα ἔχων κἀν τοῖς θείοις κἀν τοῖς ἀνθρωπίνοις ἀξιώμασιν. Μὴ γὰρ οἰώμεθα, ὦ φίλε, τὸ ἐκ τῆς μωρανθείσης σοφίας εἰδέναι τι φθέγγεσθαι καὶ ἐπίτριπτον λόγον συνεισβάλλειν, τοῦτο καθίστησι νομοθέτας (ἐπεὶ καὶ Μωαβίταις καὶ Ἀμμανίταις εἰσιτητὸν τὸ θεῖον θυσιαστήριον), ἀλλ' οὓς ὑπακοὴ χριστομίμητος ἐδοκίμασεν καὶ πολυχρόνιος ὑπομονὴ ἐμαρτύρησεν καὶ εὐαγγελικὸς λόγος ἐτελείωσεν· εἰ δὲ καὶ ἐξωτερικὸς πάρεστιν, οὐκ ἄχαρις, εἴ γε ὑπὸ ταπεινοφροσύνης κεκόσμηται καὶ ὑπὸ τοῦ εὐαγγελικοῦ ἡγεμονεύοιτο, ἀλλὰ μὴ τοῖς οἰκείοις ἀξιώμασιν ἐναβρύνεται, οἷς οἱ ἐναβρυνόμενοι, ὡς ἐπὶ καλαμίνῃ ῥάβδῳ ἐπερειδόμενοι, εἰκότως τιτρωσκόμενοι καταράσσονται. ἀλλά, φησί, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ καὶ οὐκ ἀνεκτὰ τὰ ὁρώμενα. καὶ ποῦ ἡμῖν τὸ τῆς προφητείας χάρισμα, ὦ βέλτιστε; καὶ ποῦ τὸ Καρμήλιον ὄρος; καὶ ποῦ αἱ οὐράνιαι κλεῖς; καὶ ποῦ ἡ διατέμνουσα τὸν Ἰορδάνην μηλωτή, ἐν διπλῷ χαρίσματι τῷ Ἐλισ σαίῳ ἐπιφοιτήσασα; ἡμῖν δέ, εἰ καί τι πάρεστι χάρισμα, τίνι καταλειπτέον, μηδὲ φοιτητὴν ἔχουσιν; Ὅθεν σκοπῶμεν ἤδη μήπως τῶν ὑπὲρ δύναμιν ἐφιέμενοι καὶ τῶν μετρίων ἀποτύχοιμεν μηδὲ τὸν κώνωπα διυλίζοντες τὴν κάμηλον καταπίνωμεν ἢ καὶ τὰ κάρφη ἐκ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν ἐξαίρειν δοκιμάζοντες αὐτοὶ τὴν δοκὸν ἐπὶ τῶν ὀφθαλμῶν μὴ δοκοῦντες φέρωμεν, τὸ δὴ λεγόμενον, ἐξ ὧν συναναστρεφόμεθα καὶ συνεσθίομεν ὧδε κἀκεῖσε καταγινωσκόμενοι. "4ὁ δεῖνα"5, φησί, "4ψευδῶς ἐξηγόρευκε, κρύπτων τὸ αἴσχιστον αὐτοῦ ἁμάρτημα· καὶ ἄλλος, κρύψας τὸ ἀσέβημα, ἕτερα ἀνθ' ἑτέρων ἐξηγεῖται. καὶ πῶς ὁ δῆθεν ἰατρεύων δύναται φάναι θεραπείας τούσδε τετυχηκέναι;"5 οὐ πιστευτέον, ὦ τᾶν, ἀλλὰ καὶ λίαν κατηγορητέον· οὐδεὶς γὰρ αὐθαιρέτως ἴων πρὸς ἴασιν μὴ οὐχὶ ἀπογυμνοῦν τὸ οἰκεῖον πάθος αἱρήσεται. εἰ δὲ καί ποι ἄληθες, οὐχ ἡμῶν τὸ κρίνειν, ἀλλὰ θεοῦ τοῦ ἐφορῶντος· φησὶ γάρ· τὰ μὲν φανερὰ θεῷ καὶ ἡμῖν, τὰ δὲ κρυπτὰ Κυρίῳ τῷ θεῷ σου· σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἰητῆρα; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ ἢ τοὐναντίον. "4Πάντες"5, φησίν, "4ὑπερβάθμιον ἐκτείνουσι πόδα καὶ τῶν οὐ παρακεχωρημένων κατατολμῶσιν καὶ τοῖς ὑψηλοτέροις ἐπεκτείνονται"5. τοῖς οἰκείοις ἑάλως πτεροῖς, ὥς πού τις ἔφη τῶν ἔξω, ἀφ' οὗ καὶ ἡ πρότασίς σου· ποὺς γὰρ τεταγμένος εἰς κεφαλὴν ἐξ αὐθαδείας ἤρθης, ταῖς ἄλλαις δυσὶ προτάσεσι περιπαρείς, ὦ γενναῖε. ἑτέρα πάλιν ἔγκλησις· "4πάντες ἑαυτοῖς ἐπιτρέπουσι τὰ ὑπὲρ δύναμιν καὶ ἥττονας ἡγοῦνται τοὺς ἄλλους καὶ τῷ λύειν καὶ δεσμεῖν ἀσχέτως καὶ ἀκλήτως ἐπιτρέχουσι καὶ πάντας φιλονεικοῦσι πρὸς τοὺς οἰκείους ἕλκειν πόδας καὶ μηδένα ἕτερον τὸν λύοντα ἢ εἶναι ἢ νομίζεσθαι θέλουσιν καὶ φθονοῦσι τοῖς τὰ τοιάδε πράττουσι καὶ τούτους μόνους δέχεσθαι, οὓς αὐτοὶ λελύκασι, τοὺς δὲ ὑφ' ἑτέρων τετυχηκότας ἐπιτιμήσεως ἀποστρέφεσθαι καὶ ἐγκαλεῖν, ἐπεὶ μὴ πρὸς αὐτοὺς δεδραμήκασι καὶ παρ' αὐτῶν ᾐτήσαντο τὴν ἄφεσιν"5. ἀναπλάσματα διανοίας δαιμονιώδους τὰ κατηγορήματα καὶ ἐκ φθονερᾶς καρδίας τὰ προβλήματα· οἷς ἐπιγελάσειέν τις εἰκότως ὡς παιδιάς τινας καὶ ὕθλους καὶ ἀθύρματα· ἢ μᾶλλον τἀληθὲς εἰπεῖν, ἐπεὶ μηδεὶς ἡμῖν ἐξ ἀπιστίας ὁ προστρέχων κατὰ λῆψιν ἐπιτιμήσεως, μαινόμεθα πρὸς τοὺς ἐκ πεποιθήσεως τῶν προσιόντων θεραπεύοντας, δαιμόνιόν τι πάθος πάσχοντες καὶ τοῖς εἰκονομάχοις τὰ ἴσα τοὺς