Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
9Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησά- τωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν.9 Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πό- λεις ἔσθ' ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας. Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀπο- φέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέ- γων· Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ' ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σα- θρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαι- νίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνο- μασμέναι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι' αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σα- θρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ 70.828 ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμω- μος. Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλά- ξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζε- ται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει κήρυκας, ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γε- γενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προσ- φυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. ∆ραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ' αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ' ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ' ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγι- σάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Τὸ δὲ, ἐγγισάτω- σαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ κατ- αγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλά- τωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κή- ρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομο- θεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ' ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. 9Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκά- λεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται;9 Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι' ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξ- είλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδι- καίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ' ἡμῶν ἀποσοβήσας ἁμαρτίαν.