304
τὴν τοῦ χείρονος πεῖραν, ἵνα συνελὼν εἴπω, εἰ τῆς ἐνδίκου καταδίκης ἐκείνης ἦμεν ἐν συναισθήσει καὶ τὰ βελτίω ἐμελετῶμεν, κἂν συγγνώμης τυχόντες αὖθις ἂν ἦμεν ἐν τοῖς προτέροις. νυνὶ δ' ὥσπερ μή τι χαλεπὸν πεπραχότες ἢ πεπονθότες ἐξ ἀβουλίας, ἢ γοῦν ὑπὸ τοῦ παθεῖν οὐμενοῦν διδαχθέντες, τὸ τὰ δέοντα φρονεῖν οἱονεὶ παρῃρήμεθα, πή 2.313 ματα πάσχειν αὐθαίρετα κακῶς αἱρεθέντες, καὶ δεινῶς ἐγκαλινδεῖσθαι διὰ βίου τοῖς μὴ καθήκουσι καὶ τῆς ἴσης ἀξίας πρὸς θεοῦ τυχόντες, καὶ τῆς αὐτῆς ἠξιωμένοι σπουδῆς, μεμηνότος δίκην, ταυτησὶ μὲν οἰκτρῶς ἐκπεπτώκαμεν, ἀνισότητα δὲ πεπόνθαμέν τε καὶ τετιμήκαμεν. δέον γὰρ σπουδάζειν ἢ τὸν αὐτὸν ἐπὶ τοῖς ἀμείνοσι δρόμον, ἢ φιλονεικεῖν ἄλλος ἄλλον ὑπερβαίνειν, ὅπως ἂν ἐπ' ἀγαθοῖς ἀλλήλους νικῴημεν τοὐναντίον ἅπαν φαινόμεθα πράττοντες, καὶ συμβέβηκεν ἡμῖν οἷόν τι πάθος ἀτεχνῶς ἄτοπον, ὅτι κατὰ τοὺς τῆς μορφῆς χαρακτῆρας ἔπεστι διενηνοχέναι, καὶ ταῖς τῆς ψυχῆς ἔξεστι. καὶ τὴν πρώτην ἐκείνην καὶ μακαριστὴν ὄντως εὐδαιμονίαν ἀποβαλοῦσιν ἡμῖν δέδοκτο δεῖν ἐφ' ἑτέραν πολυσχιδῆ τραπέσθαι, ἀβέβαιον πάντῃ καὶ καθ' ἑαυτὴν στασιάζουσαν. ἣν εἴ τις οὐ καλοίη τύρβην κομιδῆ ματαίαν καὶ θόρυβον ἀκερδῆ, τοῦτον ἐγὼ νομίζω τελεῖν οὐκ εἰς τοὺς εὖ φρονοῦντας, οὐ φύσεως εἰς τοῦτο, φαύλης δέ τινος αἱρέσεως ζημιωσάσης αὐτόν. πολλῶν δὲ ταύτης δὴ τῆς λεγομένης τε καὶ νομιζομένης εὐδαιμονίας διαφόρως εὐμοιρησάντων, καὶ τῷ μὲν ἀπὸ γένους οἷον τιμᾷν εἰώθασιν ἄνθρωποι, τὸ βρενθύεσθαί τε καὶ ἥδεσθαι προσυπάρχοντος, τῷ δ' ἀπὸ χρημάτων, τῷ δ' ἀπὸ δόξης καὶ θεραπείας ὅτι πολλῆς, ἑτέρῳ δ' ἀπὸ στρατηγίας βίου τε κατὰ κόσμον ἐπαινετοῦ, ἄλλῳ δ' ἀπ' εὐτεκνίας καὶ φατρίας λαμπρᾶς συγγενῶν καὶ φίλων, τούτων ἁπάντων 2.314 καὶ τῶν ἄλλων, ὅσα τοῖς πολλοῖς μακαρίζεται, παρίημι γὰρ τὸ δοκεῖν περαιτέρω τῇ τῶν τοιούτων ὀνομάτων προφορᾷ φαιδρύνεσθαι, λίαν ἱκανῶς ἐμοὶ πειραθῆναι καὶ δαψιλῶς εὐμαρῶς πως ἄν τις εἴποι κατὰ ῥοῦν θεόθεν κεχορήγηται. καὶ εἴ τῳ τῶν νῦν ἢ τῶν πάλαι ἑνὶ τῶν λεγομένων αὐχεῖν ὁπωσοῦν ἐχρῆν ἢ μέγα φρονεῖν, φαῖεν ἅπαντες ἂν ἐμοὶ χρῆναι τὸ τούτοις ἅπασι διὰ πάντων σεμνύνεσθαι ἀμέλει. καὶ ἦν μὲν ἐμοὶ πολλή τις εὐδαιμονίας σύῤῥοια καὶ ὄλβου παντοίου, μηδενὸς τυγχάνοντος κακοῦ καθ' ἧμαρ, ὥς τινι τῶν πάλαι σοφῶν ἐπῃνέθη· ἐθεώμην δ' ὥσπερ ἐξ ἀπόπτου τινὸς εἰκῆ ταῦτα τιμώμενά τε καὶ σπουδαζόμενα καὶ ῥᾷστα λυόμενα, ὡς ἔξωθεν ἀνθρώποις περιῤῥεόμενα, τύχης τινὸς ἀστάτῳ φορᾷ καὶ τὸ τῆς τρυτάνης πασχούσης, ἧς τῶν πλαστίγγων ἡ μὲν ἄνεισι κουφιζομένη, ἡ δ' αὖ καθέλκεται βαρυτέρας ἐπεντεθείσης ὁλκῆς. καὶ πάντων μὲν τῶν ἄλλων ᾤμην ῥᾳδίαν τινὰ τὴν μεταβολὴν, ὡς ἀπὸ μὲν τῶν ἀφιξόμενος οἴκοθεν, ὑπὸ δὲ τῶν ἴσως οὐκ ἀεὶ καλούμενος, οἷα συμβαίνειν εἴωθεν· ἣν δ' ἐφθακὼς ὠνόμασα φατρίαν φίλων, οὔποτ' ᾤμην τοῖς πράγμασι συμμεταβληθῆναι, μηδὲ τοῖς τοῦ βίου καιροῖς, ἀλλ' ὥσπερ οὐκ αὐτὸς ἔμελλον ἀμωσγέπως ἐκείνων ἀφέξεσθαι, οὕτως οὐδὲ σφᾶς ἄλλο παρὰ τοῦτο παθεῖν ὑπείληφα. εἰρήσεται γὰρ τἀληθές· παγχάλεπον ἐνόμισα 2.315 ἐκείνους κατ' ἐμοῦ γενέσθαι, οὓς εὖ ποιῶν οὐκ ἐπαυσάμην ἐν πᾶσιν. εἰ δὲ καὶ ὑπ' αὐτῶν τούτων μᾶλλον ἡμεῖς ἀνήκεστα ἐπεπόνθειμεν καὶ τὰ δεινότατα, φεῦ, σεσυκοφαντήμεθα καὶ διαβεβλήμεθα, τί χρὴ καὶ λέγειν; ἀλλ' ἐχρῆν, ἄρ' ἐχρῆν κατειληφέναι πάντας ἀπλανῶς καὶ ἐς προὖπτον κεῖσθαι, ὡς οὐδὲν μόνιμον, οὐδὲ βέβαιον. τῷ μέντοι πρὸ ἡμῶν δεσπότῃ τε καὶ βασιλεῖ τῷ θειοτάτῳ καὶ γενναίῳ μοι ἀδελφῷ πάλαι τὰ μέγιστ' ἀδικουμένῳ καὶ κινδυνεύοντι, παροπτέον δὲ τὰ νῦν φειδοῖ τῶν ἀδικούντων, πλὴν τούτου, πάνυ θαυμαστῶν ὄντων, προστεθέντες ἡμεῖς καὶ πάντα μὲν παρ' οὐδὲν θέμενοι, συγκινδυνεῦσαι δ' ἐκείνῳ καλῶς ἑλόμενοι καὶ μυρίοις ὑπὲρ ἐκείνου συμπιεσθέντες δεινοῖς, φιλίας ὅρῳ καὶ νόμοις δικαίου χρέους πειθόμενοι, περιγενέσθαι λαμπρῶς τῶν ἀδικούντων τουτονὶ πεποιήκαμεν θεοῦ, τυχόντες ἵλεω. καὶ ἦμεν αὖθις ἐν παντὶ βίῳ τοῦ ζῇν καὶ βασιλεύειν ἐκεῖνον κηδόμενοί τε καὶ περὶ πλείστου ποιούμενοι, ὡς ἴσασι ταῦτα πάντες, καὶ ἡμῶν τὸ