304
ἀνειληφέναι ἐνόμισαν. Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν εμεινεν, ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν ̓Απουλίαν ἐπανελήλυθε, λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ ̓Αννίβου στρατόπεδον επεμψε τὰ πεπραγμένα δηλώσοντας, καὶ τὴν κεφαλὴν τοῦ ̓Ασδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν ουν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων. ̔Ο δὲ Σκιπίων μέχρις αν πάντα τὰ ἐν τῇ ̓Ιβηρίᾳ καταστήσῃ αρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν επλευσε, καὶ ὁ τοῦ Γίσγωνος ̓Ασδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου ουν καὶ αμφω τοῦ Σύφακος, ενσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους 2.278 τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν εχθραν εχειν ειπεν ουτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ' ἑαυτὸν καταλύσασθαι. ̓Επανῆλθεν ουν αυθις· καὶ ̓Ιλιτεργίταις ἐπολέμησεν, οτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας ̔Ρωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν απασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο· τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν εκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ενθα τῷ τε πατρὶ καὶ τῷ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας εθετο. οτε πολλοὶ μὲν καὶ ετεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος συναλλάξαι αὐτοὺς σπουδάσαντος· καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον οντα ἀπέκτεινεν. ̓Ηρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων, κἀν τούτῳ ἐνεωτέρισαν οἱ Ιβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ον, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ' αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν, καὶ τοὺς χιλιάρχους σφῶν 2.279 ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν· ησαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες ουν ταῦτα οἱ Ιβηρες ἀφίσταντο προχειρότερον, καὶ τὴν συμμαχίδα τῶν ̔Ρωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ηδη τὰ Γάδειρα βουληθεὶς ουτ' ἐξέλιπε καὶ εἰς τὴν ηπειρον διαβαίνων πολλὰ ἐκακούργει. Μαθὼν δὲ ταῦθ' ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνωμονῶν δῆθεν οτι διὰ ενδειαν τῶν ἀναγκαίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ινα μηδὲν δεινὸν η πάθωσιν η δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες οτι περιείη καὶ οὐδ' ὀργίζοιτο σφίσιν, οὐδὲν ετι διεκίνησαν. ὡς δ' ἀνερρώσθη, τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς αν βούλωνται, η ἀθρόοι η ἐν μέρει κατὰ διαδοχάς. οἱ δέ γε στρατιῶται κατ' ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων εξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ην, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχὼν εδησε. αμα δ' ἡμέρᾳ, ὡς εξω ποι στρατεύσων, πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. ειτα τοὺς αρτι ἐλθόντας εισω τοῦ τείχους ανευ τῶν οπλων ἐκάλεσεν, ιν' αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. καὶ ουτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ωσπερ ειχον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ