304
δισύλλαβα κατὰ τροπὴν τοῦ ε εἰς ω ἐκ βαρυτόνου εἰς περισπώμενα μετηγμένα διὰ τοῦ ω μεγάλου γράφεται κατὰ τὴν παραλήγουσαν. καὶ εἰ μὲν διὰ καθαροῦ τοῦ ω ἐκφέρονται, βαρύνονται, οιον χέω χώω, ζέω ζώω, τρέω τρώω, ῥέω ῥώω, πλέω πλώω· εἰ δὲ μετὰ συμφώνου, nu.1414 περισπῶνται, οιον στρέφω στρωφῶ, οιον· κατ' οικον ἐστρωφᾶτο μισητὸς βάβαξ· νέμω νωμῶ, τρέχω τρωχῶ, λέγω λωγῶ, πέτω πωτῶ· γίνεται γὰρ ἐν τούτοις τροπὴ τοῦ ˉε εἰς ˉο, καὶ αυθις εκτασις εἰς τὸ ˉω. τὸ σώχω, τρώγω, κλώθω, σκώπτω, οὐ ταυτὸν τυχόντα τῆς παραγωγῆς, διὰ τοῦ ˉω μεγάλου γράφονται καὶ βαρύνονται. Νῶσιν. ἀντὶ τοῦ νήθουσιν. νήθω δὲ τὸ κλώθω. καὶ ταῖς χερσὶ νῶσι λῖνον. †Νωσάμενοσ. ἐνθυμηθείς.† †Νωτίσαι. ἀμείψασθαι.† *Νῶ. τὸ σωρεύω.* ( ̓Επίῤῥημα.) Νωγαλέωσ. λαμπρῶς. Νωλεμέωσ. ἀδιαλείπτως, συνεχῶς. παρὰ τὸ ˉνˉω στερητικὸν καὶ τὸ λείπω, τὸ λιμπάνω, γέγονε νωλεπέως, καὶ τροπῇ τοῦ ˉπ εἰς ˉμ νωλεμέως. οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλ' ἀδιαλείπτως ον. xi.1413 Ξ. Τὸ Ξ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Ξανθόσ. ὁ πυῤῥοειδής. Ξάνθοσ. ποταμὸς, καὶ ονομα ιππου. Ξανθίκομοσ. ὁ ξανθόθριξ. xi.1414 (Θηλυκόν.) †Ξανθὴ χολή. ἀναλογεῖ τῷ πυρὶ ξηροτάτη ουσα καὶ θερμή.† ( ̔Ρῆμα.) Ξανθίζεσθαι. τὰς τρίχας κοσμεῖσθαι. Ξαίνω. τὸ τύπτω. xi.1415 Τὸ Ξ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Ξεῖνοσ. ὁ ἀπὸ ξένης φίλος. ωσπερ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, ουτω καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. ξεῖνος αμ' ἀντιθέῳ Πολυνείκει-. Ξεινοδόκον. Ομηρος τὸν τοὺς ξένους δεχόμενον· Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ αλλοι τινὲς τὸν μάρτυρα ἐδέξαντο. Σιμωνίδης· ξεινοδόκησέ τε λαβών. ἀντὶ τοῦ ἐμαρτύρησε. καὶ Πίνδαρος· ξενοδοκῶν δ' αριστος χρυσὸς ἐν αἰθέρι λάμπων. Ξένοσ. ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. καὶ ὁ ἀπὸ ἀλλοδαπῆς χώρας ηκων. καὶ πεποίηται τουνομα παρὰ τὴν σκηνὴν, τὸν παρέχοντα τὴν σκέπην καὶ σκέπασμα, ινα ῃ σκενὸς καὶ ξένος. η παρὰ τὸ αγω, αξω, αξενος καὶ ξένος, ον αγει τὶς εἰς ἑαυτὸν καὶ ἀποδέχεται. η παρὰ τὸ ιξω, ιξενος, καὶ ξένος. ουτως Ωρος ὁ Μιλήσιος. Ξένειος Ζεύσ. ὁ φιλόξενος. Ξένων· Ξένωνος καὶ Ξένετοσ. ὀνόματα κύρια. Ξενών. τὸ νοσοκομεῖον. Ξέστησ. ῥωμαϊκόν ἐστι τὸ ονομα. τὸν γὰρ παρ' ἡμῖν εξ ἀριθμὸν λέγουσι σέξ· καὶ μέτρου τιxi.1416 νὸς παρ' αὐτοῖς τὸ εκτον λέγουσι σέξστον. διὰ δὲ εὐφωνίας τὸ σέξστης ξέστης λέγεται κατὰ μετάθεσιν τοῦ στοιχείου. ουτω Φίλων. Ξένοσ. παρὰ τὸ εξω ειναι τῆς πατρίδος. Ξενοφῶν. κύριον. παρὰ τὸ ξένος καὶ τὸ φόνος. ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος. (Θηλυκόν.) Ξενία. καταγώγιον· κατάλυμα· η ξεναγωγία. Ξεστή. ἡ ἐξεσμένη καὶ ὡμαλισμένη. (Οὐδέτερον.) Ξεινήϊον. ξένιον. Ξενοδοχεῖον. οικημα ὑποδεχόμενον τοὺς ξένους. ( ̔Ρῆμα.) †Ξέειν. τὸ ἐξ ἐπιπολῆς καὶ κατὰ τὴν ἐπιφάνειαν κεχρῆσθαι τοῖς ονυξί τε καὶ μάστιξι. ξύειν δὲ, τὸ κατὰ βάθος.† Ξεναγεῖται. καὶ ξεναγῶ, τὸ ξένον ὑποδέχομαι. Ξεναγίζω. τοὺς ξένους συνάγω. καὶ ξεναγῆσαι. Ξενιτεύω· Ξενόω· Ξενῶ· Ξενίζω. Τὸ Ξ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Ξήϊοσ. κύριον. Ξηνόσ. ὁ κορμός. Ξηρὸς ἱδρώσ. ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ' ὑπὸ γυμνασίων καὶ πόνων γινόμενος. xi.1417 (Οὐδέτερον.) Ξηρίον. φυτὸν καὶ ειδος βοτάνης ἰατρικόν. Ξηρόν. παρὰ τὸ ξῶ ῥῆμα, ἀπὸ μεταφορᾶς τῆς υλης τῶν ξύλων· ει τι γὰρ εξυσται, ξηρὸν γίνεται· καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς ˉε ξερόν. ουτω Φίλων. ( ̔Ρῆμα.) Ξηραλοιφεῖν καὶ ξηραλοιφῆσαι. τὸ ανευ τοῦ λούεσθαι ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι ουτως ἐλέγετο. Ξηραίνω. τὸ ψυχραίνω. αἰτιατικῇ. Τὸ Ξ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Ξίρισ. φυτόν. Ξιφήν. ὁ φέρων ξίφος. τὸ δὲ ξίφος παρὰ τὸ ξαίνω. ουτως ευρον ἐν ὑπομνήμασιν ̓Ιλιάδος. Ξιφήρης καὶ ξιφηφόροσ. ὁ κατέχων ξίφος. Ξιφίασ. ἰχθύος ονομα. Ξιφιλῖνος· Ξιφῖνοσ. Ξˉι. τὸ στοιχεῖον. παρὰ τὸ ξέεσθαι ἐν τῷ γράφεσθαι τῶν αλλων πλέον, η οτι ὡσεὶ ξύσματα εἰσὶν ἀπὸ σιδήρου ὁ τούτου ηχος. xi.1418 Τὸ Ξ μετὰ τοῦ Ο. †Ξουφορία. ἡ μυωξία.† †Ξόανον. τὸ ειδωλον.† †Ξοῦθα. πυῤῥά.† Τὸ Ξ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Ξύλοχοσ. ὁ σύνδενδρος τόπος. Ξύμμαχοι. οἱ σύμμαχοι. Ξυνωμότησ. ὁ συνωμότης. Ξύνευνος καὶ ξυνευνέτησ. τὸ ξὺν ἀντὶ τοῦ σύν.