304
καὶ ἐξῆλθεν τοῦ πορευθῆναι εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ ἡ παλλακὴ αὐτοῦ ὑποπεπτωκυῖα παρὰ τὰς θύρας, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. Καὶ εἶπεν αὐτῇ· Ἀνάστηθι, καὶ ἀπέλθωμεν. Καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. Καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον, καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. Καὶ ἐλθόντες οἱ ἄνδρες ἠρώτησαν, ποῦ ἐγένετο ἡ πονηρία αὕτη. Καὶ ἀπεκρίθη ὁ Λευΐτης, ὁ ἀνὴρ αὐτῆς τῆς πεφονευμένης γυναικὸς, καὶ εἶπεν· Εἰς Γαβαὰ τοῦ Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. Καὶ ἀνέστησαν ἐπ' ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτὸς, καὶ ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε. Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ. Καὶ ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν. Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ.» «Εἶπον πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην· ∆ιάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. Καὶ εἶπεν πρὸς αὐτοὺς Ναάς· Ἐν ταύτῃ 96.428 διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν τὸν ὀφθαλμὸν δεξιόν· καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. Λέγουσιν αὐτῷ· Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· Ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.» «Εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ' αὐτόν· Προσαγάγετε, καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ ∆αβὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τῷ ὠτίῳ μου.» «Ἐπελάβετο τῆς ἀδελφῆς αὐτοῦ ὁ Ἀμνὼν, καὶ εἶπεν αὐτῇ· ∆εῦρο κοιμήθητι μετ' ἐμοῦ. Καὶ εἶπεν αὐτῷ· Μὴ, ἀδελφέ μου, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην. Καὶ οὐκ ἤκουσεν αὐτῆς, καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν, καὶ ἐταπείνωσεν αὐτὴν, καὶ ἐκοιμήθη μετ' αὐτῆς. Καὶ μετὰ τοῦτο ἐμίσησεν αὐτὴν Ἀμνὼν μίσος μέγα σφόδρα. Καὶ εἶπεν αὐτῇ Ἀμνών· Ἀνάστηθι, καὶ πορεύου. Καὶ εἶπεν αὐτῷ Θάμαρ· Μὴ, ἀδελφὲ, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν πεποίηκας μετ' ἐμοῦ, ἐξαποστεῖλαί με· καὶ οὐκ ἤκουσεν Ἀμνὼν τῆς φωνῆς αὐτῆς.» «Ἐποίησεν Ἀβεσαλὼμ ποτὸν, καὶ ἐνετείλατο τοῖς παιδαρίοις αὐτοῦ, λέγων· Ἴδετε, καὶ ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ, καὶ εἴπω πρὸς ὑμᾶς· Πατάξατε αὐτὸν, καὶ θανατώσατε αὐτὸν, μὴ φοβηθῆτε. Καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσαλὼμ τῷ Ἀμνὼν, καθὼς ἐνετείλατο αὐτοῖς.» ∆ιὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· Ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίαν, καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.»
ΤΙΤΛ. ∆ʹ. -Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.
«Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.» «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον, καὶ ἐξανθήσει· καὶ ὑλοχαρήσει.» «Ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου, ὃν περιεποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι.» «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· ηὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.» «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» «Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Εὐλογήσουσι τὸν Θεὸν τὸν ἀληθινόν.» «Εὐλογήσει με ὁ λαός μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι.» «Ὑμεῖς ἐστε γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς 96.429 ἀρετὰς ἐξαγγέλλητε τοῦ ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἐλεημένοι, νῦν δὲ ἐλεηθέντες.» «Ἀγαπητοὶ, νῦν Θεοῦ τέκνα ἐσμὲν, καὶ οὔπω ἐφανερώθη, τί ἐσόμεθα. Οἴδαμεν δὲ, ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ἁψόμεθα αὐτὸν καθώς ἐστι.» Χριστιανὸς