304
ἰσχὺν, καὶ ὅτι οὐδαμῶς αὐτῷ παρα βληθῆναι δυνήσονται οἱ παρὰ τῶν ἄλλων ἐθνῶν προσ κυνούμενοι Θεοί. Οὐδεὶς γὰρ τῷ ὄντι καὶ ἀεὶ ὄντι συγκρίνει τὸ μηδαμῶς ὄν. Εἶτα ἀπὸ τῆς δημιουρ γίας ὑποδείκνυσι τὸ τοῦ Θεοῦ δυνατόν. ʹ. "Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις." Οὐ τῇ δυνάμει σύμμε τρα τὰ γενόμενα, ἀλλὰ τῇ βουλήσει. Ἠδύνατο μὲν γὰρ καὶ πολλαπλάσια τούτων, καὶ πολλῷ μείζονα δημιουργῆσαι· ἀλλὰ τοσαῦτα καὶ τοιαῦτα ἠθέλησε. Αὐτοῦ δὲ ὅμως πάντα ποιήματα, οὐρανὸς καὶ τὰ οὐ ράνια, γῆ καὶ τὰ ἐπίγεια, θάλασσα καὶ τὰ ἐν αὐτῇ. Ἀβύσσους δὲ καλεῖ τὸ ἄπειρον τῶν ὑδάτων πλῆθος. Πληθυντικῶς δὲ θαλάσσας ἐκάλεσεν, ἐπειδὴ εἰς πε λάγη πολλὰ ἡ μία διῄρηται θάλασσα. Ἀτλαντικὸς γὰρ κόλπος, καὶ Ὠκεανὸς, καὶ Τυῤῥηνικὸς, καὶ Ἰόνιός τε, καὶ Αἰγαῖος, καὶ Ἀραβικὸς, καὶ Ἰνδικὸς, καὶ Εὔξεινος Πόντος, καὶ Προποντὶς, καὶ Ἑλλήσπον τος, καὶ ἕτερα πελάγη πολλαπλάσια τῶν εἰρημέ νων. ζʹ. "Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς." Τῷ γὰρ θείῳ Λόγῳ ἡ κατωφερὴς τῶν ὑδάτων φύσις ἀνέλκεται, καὶ μετέωρος γίνεται, καὶ ἄρδει τὴν ἤπει ρον. Ἐξ ἐσχάτου δὲ τῆς γῆς ταύτην εἶπεν ἀνάγε σθαι, ἐπειδὴ ἐκ τῶν θαλαττίων ὑδάτων συνίσταται. Τέρματα δὲ τῆς γῆς οἱ θαλάττιοι κόλποι. "Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν." Προμηνύει δὲ τῶν ὑετῶν τὴν χορηγίαν ταῖς ἀστραπαῖς, καὶ δείκνυσι θαῦμα πάντων παραδοξότατον. Ἐν ὕδασι γὰρ τὸ ἀστρα παῖον διατρέχον πῦρ, οὔτε ἐκεῖνα θερμαίνει, οὔτε αὐτὸ κατασβέννυται. "Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυ ρῶν αὑτοῦ." Θησαυροὺς ἀνέμων οὐκ ἀποθήκας εἶναι λέγει τινὰς, ἀλλ' ἐπειδὴ ἀπήνεμον ὄντα τὸν ἀέρα πολλάκις ῥᾳδίως ἐθελήσας κινεῖ τὸ βούλημα τὸ θεῖον, θησαυρὸν ἀνέμων ἐκάλεσεν. Ἅμα τε γὰρ νεύει, καὶ πανταχόθεν προσίασιν. Οὕτω τὴν κοινὴν δημιουρ γίαν καὶ πρόνοιαν ὑποδείξας, τὰς Ἰουδαίων λοιπὸν εὐεργεσίας διέξεισιν. ηʹ. "Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους." Τὴν τελευταίαν πληγὴν τέθεικε πρώτην, ἐπειδὴ μετὰ ταύτην τὴν ἐλευθε ρίαν ἐδέξαντο. 80.1917 θʹ. "Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε." Τὰς παντοδαπὰς θαυματουργίας καὶ παιδείας διὰ τούτων ἐδήλωσεν. "Ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ." Οὐ γὰρ ἤρκεσεν ἡ βασιλεία τῶν θεηλάτων αὐτὸν ἀπαλλάξαι μαστίγων, ἀλλὰ τοῖς αὐτοῖς καὶ οἱ βασιλευόμενοι καὶ ὁ βασι λεύων κακοῖς περιέπεσεν. Οὕτω καὶ πρὸς τὸν μέγαν Μωσῆν ἔφη ὁ τῶν ὅλων Θεός· "Ἰδοὺ ἐγὼ πατάσσω πᾶν πρωτότοκον τῆς Αἰγύπτου, ἀπὸ πρωτοτό κου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς παρὰ τὸν μύλον." ιʹ. "Ὃς ἐπάταξεν ἔθνη πολλά." Τὰ τὴν Παλαι στίνην πάλαι οἰκήσαντα. "Καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. [ιαʹ.] Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων· καὶ τὸν Ὢγ βασιλέατῆς Βασάν." Τούτων ὁ θεῖος Μωσῆς τὴν βασιλείαν κατέλυσεν. "Καὶ πάσας τὰς βασιλείας Χαναάν." Τούτους ὁ μακάριος Ἰησοῦς ἐχειρώσατο, καὶ τὰς ὑπ' ἐκείνων κατεχομένας χώρας καὶ πόλεις διένειμε τῷ λαῷ. Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης φησί. ιβʹ. "Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν· κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὑτοῦ." Καθάπερ γάρ τινα κλῆρον πατρῷον, τὴν ὑπ' ἐκείνων τῶν δυσσε βῶν βασιλέων πάλαι κατασχεθεῖσαν γῆν τῷ Ἰσραὴλ δέδωκεν ὁ τούτων Θεός. ιγʹ. "Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν." Τὸ μὲν γὰρ μέγεθος τῶν ὑπὸ σοῦ γεγενημένων θαυμάτων τὸ σὸν ἅπαντας ἐδίδαξεν ὄνομα· καὶ μέντοι καὶ εἰς τὰς ἐσομένας γενεὰς ἡ τῶν σῶν εὐεργεσιῶν φυλαχθή σεται μνήμη. ιδʹ. "Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὑτοῦ παρακληθήσεται." Οὐ γὰρ πε ριόψῃ παρὰ τῶν δυσμενῶν ἡμᾶς πολεμουμένους ὁρῶν, οὐδὲ ἀξίας τῶν ἡμετέρων ἁμαρτάδων τιμω ρίας ἐπάξεις, ἀλλ' ἵλεως ἔσῃ καὶ εὐμενής· οὕτω δείξας τοῦ ὄντος Θεοῦ τὴν δύναμιν, κωμῳδεῖ τῶν καλουμένων μὲν, οὐκ ὄντων δὲ θεῶν τὴν ἀσθένειαν· καὶ ἐπειδὴ θεοὺς ὠνόμασεν, ἀνέδειξεν αὐτοὺς μετὰ τοῦ πράγματος καὶ τῆς προσηγορίας ἐρή μους. ιεʹ. "Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα