304
αἰδήμονας καθυβρίζοντες. "4Τί"5, φησί, "4τὸ διάφορον τῆς αἱρέσεως ταύτης πρὸς τὸν Μανιχαϊσμόν; οὐχὶ κατὰ Μανιχαϊκῆς αἱρέσεως ἠγωνίσμεθα καὶ λόγοις καὶ ἔργοις; καὶ δηλοῦσι τὰ ἔγγραφα συντάγματα τῶν κατ' αὐτῆς ἀγωνισαμένων, ἐν οἷς ἀπαραλογίστοις συλλογισμοῖς καὶ ἀκαθαιρέτοις ἀποδείξεσιν ἀπέδειξαν, εἰ καὶ νῦν ἑαυτῶν καὶ τῶν οἰκείων πονημάτων ἀμνημονοῦσιν"5. ἔοικας, ἑταῖρε, ἀσυλλογίστως συλλογίζεσθαι καὶ ἰδίοις λογισμοῖς ἐπ' ἀθετήσεις ἀληθείας στηρίζεσθαι, μὴ εἰδὼς ὅτι τὰ παραδείγματα, τοῖς πρωτοτύποις παραβαλλόμενα, οὐκ αὐτὰ ἐκεῖνα εἶεν τὰ ἀρχέτυπα, ἀλλὰ τοσοῦτον ἔχοντα τὸ πρὸς ἄλληλα ταὐτόν, ὅσον τὸ κατὰ τοὔνομα κοινὸν τοῖς ἄλλοις ἐξαλλάσσοντα. καὶ τὰ μὲν κυρίως ὠνόμασται, τὰ δὲ οὐ κυρίως, καὶ τὰ μὲν κατὰ κατάχρησιν λέλεκται, τὰ δὲ κατὰ ἀλήθειαν· οἷον, φέρε εἰπεῖν, ἐπὶ τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ Χριστοῦ, ὅτι ὁ μὲν κατὰ ἀλήθειαν Χριστὸς καὶ ἔστι καὶ ὀνομάζεται, ἡ δὲ κατὰ κατάχρησιν, ἤτοι ὁμωνυμίαν. ἐπεὶ καὶ Παῦλος ὁ ἱερὸς ἀπόστολος τὴν φιλαργυρίαν δευτέραν εἰδωλολατρείαν ἀπεκάλεσεν αἰτιολογικῶς καὶ κατὰ ἀναφορὰν ὁμοιωματικὴν τῆς οὔσης εἰδωλολατρείας· ἐξ οὗ οὐδὲ ἐπιτιμητέον τοῖς φιλαργύροις ὡς εἰδωλολάτραις, ἐπεὶ ἄρα ὀφείλομεν ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ πολλοὶ φιλάργυροι καὶ πάντῃ ἀνεπιτίμητοι παρεωραμένοι. τί οὖν ἀπᾷδον κἀνταῦθα, εἰ ἡ εἰκονομαχικὴ αἵρεσις τῇ Μανιχαϊκῇ παραβάλλοιτο ὅσον κατ' εἰκόνος καὶ πρωτοτύπου λόγον; καθὸ καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οἰκουμενική τε καὶ ἁγία σύνοδος τοὺς ἐν ταύτῃ ἑαλωκότας οὐχ ὡς μανιχαΐσαντας ὑπεξελθοῦσα τεθεράπευκεν καὶ οὔ τί που ἀμνημονήκασιν οἱ τὰ περὶ αὐτῆς πονήματα καταβαλλόμενοι, καὶ λόγοις καὶ ἔργοις κατ' αὐτῆς ἀνταγωνισάμενοι. ἠγνόηκας δ' αὐτὸς ὄντως ἑαυτόν, ὃ πολλῆς ἐστι κατηγορίας καὶ ἀβελτερίας ἔγκλημα. Ἐβουλόμην οὖν καὶ ἑτέρας προτάσεις τοῦ πολυσχεδοῦς καὶ ταὐτολογοῦντος γραμματείου συνεισοῖσαι τοῖς προλεχθεῖσι καὶ ἀποδεῖξαι πάντῃ ἐξ ὀρθοῦ λόγου ἐληλεγμένας· ἀλλὰ ἃς μὲν ὡς ἀλυσιτελεῖς καὶ ἀσυναρτήτους, ἃς δὲ ὡς αὐτόθεν ἐχούσας τὸν ἔλεγχον, ἐνίας δὲ ὡς σκοτεινὰς καὶ ἀντιδόξους τῇ ἀληθείᾳ πόρρω που ἀπορριψάμενος ὡς εἰς πῦρ Ἡφαίστου, ἐπὶ τέλει τοῦ λόγου ἐκεῖνο ἐπιφθέγγομαι, ὅτι, εἰ μὲν αἰτοῦμεν συγγνώμην ἐφ' οἷς προπετῶς καὶ θεὸν παρωργίσαμεν καὶ ἁγίους ἠτιμάσαμεν καὶ τὴν ὁμολογίαν κατῃτιασάμεθα καὶ τὴν ἐκκλησίαν δεδυσφημήκαμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μή, ἀλλ' ἡμεῖς γε οἱ ταπεινοὶ ἐπὶ στόματι χεῖρα ἐπιθήσομεν, μὴ ἐκκαλούμενοί σου τὴν ὁσιότητα εἰς δευτέραν γραμματικὴν προσφώνησιν. 478 {1Λέοντι σακελλαρίῳ}1 Πολλοῦ χρέους εὐχαριστιῶν καὶ ἀπολογιῶν ὑπεύθυνοι ὄντες μικράν τινα νομίζομεν ἀποδιδόναι ὀφειλὴν ἐν ταῖς πρὸς τὴν πανεύφημον καὶ παμπόθητόν σου ὑπεροχὴν ὑπὸ τῆς ταπεινώσεως ἡμῶν ἐγχαραττομέναις ἐπιστολαῖς. ἐπεὶ καὶ νῦν ἐπὶ τῷ ἀδελφῷ Σιλουανῷ τί καὶ ἀπολογησόμεθα; πρῶτον μὲν ὅτι οὕτως αὐτὸν προσήκατο ἰδεῖν ἡ θεοφιλής σου ψυχὴ ὡς ἕνα τινὰ τῶν συνήθων, μειλιχίῳ ἤθει καὶ εὐπροσίτῳ προσώπῳ συλλαλήσασα καὶ συνανακραθεῖσα μετὰ τοῦ εὐτελοῦς· ἔπειτα τὰ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν οὕτως συνανακρῖναι, τήν τε τοῦ ἀμφοτέρων ἡμῶν ταπεινοῦ σώματος ἀσθένειαν καὶ τὴν ἄλλην ὑποφῆναι ἀγαπητικὴν συνδιάθεσιν, ὡς τοσοῦτον εἰπεῖν, ὅτι "4καὶ Στουδιώτης ὑποπτεύομαι πρός τινων τῶν ἀντιθέτως πρὸς ὑμᾶς ἐχόντων"5 καὶ τὸ ἀπεύξασθαι μή ποτε γενέσθαι τινὰ τρῶσιν τῆς τηλικαύτης φιλικῆς ἀνακράσεως. τοῦτο ὅλον ἐξένισεν ἡμᾶς καὶ συνερρίζωσε μᾶλλον καὶ μᾶλλον ἐν τῇ εἰλικρινεῖ αὐτῆς ἀγαπήσει, τὰ αὐτὰ λέγοντες· μή ποτε, ὦ δέσποτα τῶν ἁπάντων, δῴης ἡμῖν ἐπιλαθέσθαι τοῦ καλοῦ εὐεργέτου, τοῦ πιστοῦ συμψύχου, τοῦ δοκίμου ἐραστοῦ, τοῦ ἱεροῦ ἀνθρώπου, τοῦ κατὰ πάντα ἐν πᾶσιν καὶ προστάτου καὶ κηδεμόνος καὶ κυρίου ἡμῶν καὶ δεσπότου, ἀλλ' εἴη τὸ φίλτρον καὶ μετὰ πότμον ἐνιζάνον ἐν ἡμῖν, μᾶλλον δὲ καὶ συμμετερχόμενον ἐν τῷ μέλλοντι αἰῶνι, ἐν ᾧ πιστεύομεν γνωρίζειν ἀλλήλους καὶ συγχαίρειν ἐν θεῷ τοὺς φιλήσαντας