305
σιγᾷν αἱρουμένων. ἐγὼ μὲν οὖν, ὡς καὶ πλειστάκις αὐτοῖς ἔργοις ἐπεδειξάμην, ὑπὸ θεῷ καὶ τὰ νῦν διισχυρίζομαι μάρτυρι, ὡς ῥᾷστ' ἂν καὶ σὺν εὐχῇ τὴν ἐμὴν ἀπεδόμην ζωὴν, εἴγε ἐξὸν ἦν ἐκεῖνον οὐκ ἐς ᾅδου ἰέναι. ἐπεὶ δὲ τοῦτ' ἐβουλόμην μὲν καὶ ὅσον τὸ ἀπ' ἐμαυτοῦ εἶχον ἐκ τοῦ ῥᾴστου πεποιηκέναι, τῷ θεῷ δ' οὕτω κέκριται καὶ τέθνηκεν, ὡς μὴ ὤφελε, βίον ἀβίωτον ἐμοὶ καταλελοιπὼς, τοῦ ζῇν καὶ ἄρχειν 2.316 τὴν ἐκείνου σύζυγον καὶ τὰ φίλτατα παντὶ σθένει καλῶς ἐγὼ λίαν ἐπιμεμέλημαι, ψήφῳ τοῦ θειοτάτου βασιλέως καὶ πάντων ἐφεξῆς ὕστερον τὴν τῶν κοινῶν, ὡς καὶ πρὶν ἐγκεχειρισμένος διοίκησιν. καλῶς τοίνυν καὶ κατ' εὐχὴν καὶ ἐπὶ τὸ βέλτιον τῶν πραγμάτων ἡκόντων καὶ ἥξειν ἔτι ῥᾳδίως ἐπαγγελομένων, τῷ ἐξώλει καὶ κακίστῳ πάθει δή φημι τῷ φθόνῳ τρωθέντες, οἱ μᾶλλον, ὡς εἴρηται, παθόντες εὖ παρ' ἡμῶν, ὧν ἔξαρχος ὁ κάκιστ' ἀπολούμενος ἦν Ἀπόκαυκος, δίκην ὄφεως ὑπεψιθύρισαν τῇ βασιλίδι καὶ τοῦ ὀρθοῦ ταύτην ἐκπεπτωκέναι παρεσκευάκασι κακῶς, τὴν αὐτῆς διαστρέψαντες γνώμην· οὐ γὰρ ἂν εἴποιμι γνῶσιν καθ' ἡμῶν, βαβαὶ, καὶ ταῦτα σπουδαζόντων ὑπὲρ ἐκείνης καὶ τοῦ παιδὸς καὶ βασιλέως, καὶ μυρίους ὑπὲρ ἀμφοῖν ὑφισταμένων καμάτους. μέντοι γε καὶ κακοῖς ἐπεχείρησεν ἀμείψασθαί με, μᾶλλον δὲ θανάτῳ, τὸν ὅσῳ περὶ ἐκείνην καὶ τὰ κοινὰ ἀγαθὸν τῇ τοῦ Χριστοῦ χάριτι. ἀλλ' οἷα ἀνθ' οἵων κεκόμισμαι. ὁπηνίκα γάρ με ἐχρῆν εἰπεῖν τὸ τοῦ Παύλου, κρεῖττον ἂν εἴη λέγειν τὸ τοῦ ἀποστόλου τοῦ θεηγόρου, τὸ τὴν πίστιν τετήρηκα, τὸν δρόμον τετέλεκα, καὶ τὸ ἑξῆς τοῦ ῥητοῦ λοιπὸν εἰληφέναι θαῤῥεῖν, τότ' ἄρα ἐμοῦ μὲν σιγῶντος, αὐτὸ τοὖργον ἐβόα τοὺς ἄθλους καὶ μεγάλα ἀντὶ μεγάλων εἰσέπραττεν. οἱ δ' ὀφείλοντες, ὢ τῆς τῶν συκοφαντησάντων παραπληξίας, ἐρήμην ἡμᾶς κατεδίκασαν καὶ ἐγράψαντο πλάσαντες καθ' ἡμῶν, ὃ πρὸς βουλῆς καὶ μελέτης ἡμῖν οὐκ ἦν, οὔτοι μὰ τὸν 2.317 καὶ λογισμοὺς καρδιῶν ἀκριβῶς ἐπιστάμενον. ἀλλὰ ταῦτα μὲν εἰς ἕτερόν μοι τεταμιεύσθω καιρὸν, ἡνίκα καὶ φανήσεται τἀληθὲς καλῶς θεοῦ διδόντος. νῦν δ' ὡς μὴ τῇ τοῦ λόγου ῥύμῃ συνισχημένοι, κἀντεῦθεν ταῖς τοιαύταις ἐμφιλοχωρεῖν ὑποθέσεσιν ἐπειγόμενοι, ἄτοπόν τι ποιεῖν ὑποληφθείημεν, μικροῖς λόγοις τὰ μὴ μικρὰ παραδοῦναι πειρώμενοι, ἰτέον εὐθὺ τοῦ προκειμένου. ἐπειδή ποτε βασκανίᾳ δαίμονος, ὡς διείληπται, καθ' ἡμῶν μανέντες οὐκ ἔνδικα οὓς διὰ χρόνου μακροῦ φίλους συνεστησάμεθα καὶ κοινωνοὺς ἡμῖν ἐποιησάμεθα τῆς εὐπραγίας, ἐσκαιώρησαν τὰ δεινότατα, καὶ ἣν ἐπορευόμεθα σὺν θεῷ πορείαν ὀρθήν τε καὶ τῷ κοινῷ συντείνουσαν κακοὶ κακῶς διαβεβληκότες τε καὶ κεκακουργηκότες παντάπασι προτεθύμηνται καὶ ἐπικεχειρήκασιν ἡμᾶς ὀλέσαι σὺν τοῖς ὑπολειφθεῖσι φίλοις, τοῦ κινδύνου τέως ἐφεστῶτος ἡμῖν, τὰ πρὸς σωτηρίαν ἀθρόον βεβουλεύμεθα· οὐδὲν ἧττον ἐπὶ θεῷ μάρτυρι πεφρικότες καὶ συνδιασκεψάμενοι, καὶ ἔτι φροντίζοντες, καὶ πῶς ἂν ἐκεῖνοι σωθεῖεν οἱ καταπροδόντες ἡμᾶς, καὶ ἵνα τὰ ἐν μέσῳ πλεῖστά γε ὄντα καὶ κόρον ὠσὶ παρέχοντα παρῶ, πάντων σχεδὸν ἐν ἀνάγκῃ καὶ καιρῷ κίνδυνον ἀπειλοῦντι διαφόρως, ἀπειπόντων τε καὶ καταλελοιπότων με φίλων, συγγενῶν γνησίων καὶ θεραπόντων, ταῦτά μοι τούτοις ὀφειλόντων, μᾶλλον δ' εἰπεῖν καὶ 2.318 πλείω καὶ μυρίοις καταπροέσθαι με κινδύνοις πολλάκις ᾑρημένων, κρίμασι θείοις καὶ λόγοις ἀῤῥήτοις αὐτῆς καὶ μόνης τῆς τοῦ θεοῦ δεξιᾶς ᾐσθόμην λαμπρῶς ἀντιλαμβανομένης μου καὶ ἀντωθουμένης ἰσχυρῶς τοὺς καθ' ἡμῶν, ὡς ἄν τις φαίη, ἐπενηνεγμένους ἀκροβολισμοὺς καὶ τὰς ἑλεπόλεις τηνικαῦτα πέφηνε κρείττων τῶν ἀπειλούντων πάντων, καὶ σφόδρα δεινῶν τοσούτων. καὶ ὁ περιπόθητος αὐτάδελφος τῆς βασιλείας μου κύριος Ἰωάννης ὁ Ἄγγελος, ὃς τῆς αὐτῆς ἡμῖν τοῦ γένους ῥίζης τετυχηκὼς καὶ βασιλικοῖς βρύων αἵμασι, λίαν ἐπαινετῶς ἀντεφιλονείκησε περιγεγενῆσθαι μᾶλλον ἁπάντων τῇ τῆς ψυχῆς εὐγενείᾳ, ἢ ὅσῳ περιγίνεται τῇ τοῦ σώματος. τὴν μὲν γὰρ οἶδε φύουσάν τε καὶ αὖθις μείουσαν, τὴν δ' ἄφθιτον ἀεὶ μίμνουσαν. ψυχῆς μὲν οὖν ἀνδρίαν, ἢ φρονήσεως ἑδραιότητα καὶ περὶ τοὺς φίλους στεῤῥότητα, ὥστε προκινδυνεύειν αὐτῶν αἱρεῖσθαι,