305
ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ τῷ Θεῷ σχολάζει. Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδέν ἐστιν ἄλλο, ἢ τὸ μελετᾷν ἀποθνήσκειν. Καθόλου ὁ Χριστιανὸς ἠρεμίας, καὶ ἡσυχίας, καὶ γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τῆς ψυχῆς τὸ φρόνημα.
ΤΙΤΛ. Εʹ. -Ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν ἢ ἀνθρώπους.
«Ἐφοβήθησαν αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄῤῥενα.» «Ἀπεκρίθη Βαλαὰμ, καὶ εἶπεν τοῖς ἄρχουσι Βαλάκ· Ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα τοῦ Κυρίου τοῦ Θεοῦ, τοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου.» «Εἶπεν Ἀμεσίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλείονα τούτων. Καὶ διεχώρισεν Ἀμεσίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραῒμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν.» Σχόλ. Ἀμεσία τοῦ βασιλέως ἑκατὸν χιλιάδας μισθωσαμένου ἀπὸ Ἰσραὴλ, καὶ δεδωκότος ἑκατὸν τάλαντα ἀργυρίου, ὁ προφήτης Κυρίου ἐλθὼν, εἴρηκεν αὐτῷ μὴ λαβεῖν τοὺς μισθωθέντας εἰς συμμαχίαν ἐπὶ πόλεμον. Καὶ περιφρονήσας τῶν ἑκατὸν ταλάντων, Θεῷ ἐπείσθη, καὶ νίκην αὐτῷ ὑπακοὴ προεξένησεν. «Εἶπον οἱ πρεσβύτεροι πρὸς Σουσάνναν· Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κεκλεισμέναι, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς· καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν. ∆ιὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθ' ἡμῶν. Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ἀπεστέναξε Σουσάννα, καὶ εἶπεν· Στενά μοι πάντοθεν. Ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. Αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν. ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.» «Ἀπεκρίθησαν οἱ τρεῖς παῖδες τῷ βασιλεῖ, λέ 96.432 γοντες· Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.» «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων. Φοβήθητε μᾶλλον τὸν δυνάμενον τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» «Ἀποκριθεὶς Πέτρος, καὶ οἱ ἀπόστολοι, εἶπον Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις.» «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἤμην.»
ΣΤΟΙΧΕΙΟΝ Ψ.
ΤΙΤΛ. Αʹ. -Περὶ ψεύδους καὶ συκοφαντίας. «Ἐκάλεσεν ἡ γυνὴ τοὺς ὄντας ἐν τῇ οἰκίᾳ αὐτῆς, καὶ εἶπεν αὐτοῖς, λέγουσα·
Εἰσήνεγκεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε γὰρ πρός με λέγων, Κοιμήθητι μετ' ἐμοῦ. Καὶ ἐβόησα φωνῇ· ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου, καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ, ἐξῆλθεν ἔξω.» «Οὐ ψεύσεσθε, οὐδὲ μὴ συκοφαντήσῃ ἕκαστος τὸν πλησίον αὐτοῦ.» «Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.» «Ἐὰν καταστῇ μάρτυς ἄδικος κατὰ τοῦ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, καὶ στήσονται δύο ἄνθρωποι, οἷς ἐστιν ἐν αὐτοῖς ἀντιλογία ἔναντι Κυρίου, καὶ ἔναντι τῶν ἱερέων, καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐξετάσουσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα· ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται.»