305
χειρῶν ἀνθρώπων." Ὁ μὲν ἡμέτερος Θεὸς τῶν ἁπάντων ἐστὶ, φησὶ, ποιητὴς, ἐκεῖνοι δὲ οὐ μόνον δημιουργικὴν οὐκ ἔχουσι δύναμιν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος παρὰ τέχνης ἀνθρωπείας ἐδέξαντο. Ἐξ ὕλης γὰρ αὐτοῖς καὶ τέχνης ἡ σύστασις. ιʹ, ιζʹ. "Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται." Εἰκόνας, φησὶν, αἰσθήσεων ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. "Οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν." Τούτου δὲ καὶ τῶν ἀλόγων ἡ φύσις μετέλαχεν· ἀναπνεῖ γὰρ τῶν ζώων ἕκαστον. Τὰ δὲ εἴδωλα οὐδὲ τοῖς ἀλόγοις πα ραπλησίως τούτου μετέχει. 80.1920 ιηʹ. "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Ταύτης εἰσὶν ἄξιοι τῆς ἀναισθησίας μεταλαχεῖν, καὶ οἱ δη μιουργοῦντες αὐτὰ, καὶ οἱ προσκυνοῦντες. Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας. ιθʹ. "Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον." Ἐκεῖνοι μὲν, φησὶ, τοσαύτην ἀπονέμουσι θεραπείαν τοῖς ἀψύχοις εἰδώλοις· ὑμεῖς δὲ τὸν τῶν ἁπάντων ὑμνήσατε Ποιητήν. "Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύριον." ∆ιέκρινε τοῦ λαοῦ τοὺς ἱερέας. καὶ καθ' ἑαυτοὺς ὑμνεῖν παρηγγύησε, ταύτῃ δεικνὺς τὸ διά φορον. κʹ. "Οἶκος Λευῒ, εὐλογήσατε τὸν Κύριον." Ἑτέρα πάλιν ἐνταῦθα διαφορά. Οἱ γὰρ Λευῖται τῶν μὲν ἄλλων τιμιώτεροι, τῶν δὲ ἱερέων ὑποδεέστεροι. Ἵνα τοίνυν μὴ καὶ οὗτοι τὴν ἱερατικὴν ἀξίαν ἁρπάσωσιν (ἐτόλμησαν γὰρ καὶ πάλαι τοῦτο τοῦ θεσπεσίου Μω σοῦ περιόντος), ἀναγκαίως καὶ τούτους ἀπὸ τῶν ἱερέων ἀπέκρινεν. "Οἱ φοβούμενοι τὸν Κύριον, εὐ λογήσατε τὸν Κύριον." Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον. Οὕτω δὲ καὶ τοὺς εὐσεβεῖς ὠνόμαζον προσηλύτους. Ἱκανὸν δὲ καὶ τοῦτο Ἰουδαίους διδάξαι, ὡς ὁ τῶν ὅλων Θεὸς τῆς σωματικῆς συγγενείας τὴν τῶν τρόπων προκρίνει συγγένειαν. καʹ. "Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ." Εὐλογούμενος ὁ Θεὸς εὐλογεῖ· ἀλλ' εὐλογεῖ μὲν ἔργῳ, εὐλογεῖται δὲ λόγῳ. Καὶ οἱ μὲν ὑμνοῦντες προσφέρουσι ῥήματα, αὐτὸς δὲ τὴν διὰ πραγμάτων ἀντιδίδωσιν εὐλογίαν. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν ἐκεῖ περι γράφων φύσιν, ἀλλ' ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπι φάνειαν εἰδώς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΛΕʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Καὶ τόνδε τὸν ὕμνον τοῖς αὐ τοῖς ἡ προφητικὴ συνέγραψε
χάρις, διὰ πλειόνων αὐ τοῖς παιδευμάτων πραγματευομένη τὴν ὠφέλειαν. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῶν ὑπ' αὐτοῦ χορηγη θέντων ἀγαθῶν μεμνημένοι, καὶ τὸν ἀμέτρητον αὐ τοῦ θαυμάζοντες ἔλεον. βʹ. "Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Θεῶν ἐνταῦθα οὐ τῶν εἰδώλων λέγει· οὐ γὰρ ἂν αὐτὸν ἐκάλεσε τῶν οὐκ ὄντων Θεόν. Οὐ γάρ ἐστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καλεῖ τοίνυν θεοὺς τοὺς ἱερωσύνῃ τετι μημένους, τοὺς υἱοὺς Θεοῦ χρηματίσαντας. Οὕτω καὶ ἐν τῷ νόμῳ φησί· "Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς." Καί· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ." Καὶ διὰ τοῦ Ἡσαΐου· 80.1921 "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." Καὶ ἐν τοῖς ψαλμοῖς· "Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." Τούτους θεοὺς ἐκάλεσεν, ὡς υἱοὺς Θεοῦ χρηματί σαντας. γʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ βασιλεῖς καὶ ἄρχον τες, παρὰ Θεοῦ λαβόντες τὴν ἐξουσίαν, τῶν ὑπ ηκόων δεσπόζουσιν. Οὕτω καὶ ὁ Κύριος ἔφη· "Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν." Εἰσὶ δὲ καὶ ἄγ γελοί τινες ὀνομαζόμενοι κυριότητες. ∆ιὰ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Καὶ γὰρ εἴπερ εἰσὶ λεγό μενοι θεοὶ (πολλοὶ λεγόμενοι, οὐκ ὄντες, ὀνόματος μετέχοντες, οὐ πράγματος), εἴτε ἐν τῷ οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ