305
ἑαυτοὺς πνευματοκινήτως. Ἀλλ' ἐντεῦθεν ὁ λόγος μετελθὼν ἐν ταῖς δυσὶν ὑποθέσεσιν ἐνδιατρίψειεν κατὰ τὴν κέλευσιν. ἐπὶ μὲν οὖν τῆς πρώτης ὡς ἔχεις, ὁ κύριος ἡμῶν, οὕτω καὶ ἡμεῖς διατιθέμεθα· προδιαιτείσθω δὲ ὁ λόγος οὕτως. φονίσκος ἐπὰν κρατηθῇ, δικαίως ἀποτίσει πρὸς τοῦ νόμου τὴν ἀντισήκουσαν ποινήν. νυνὶ δὲ ἐμφύλιος πόλεμος πρόκειται, ὅς, ὥσπερ αἱ ἄλλαι θεομηνίαι, σεισμοί τε καὶ λιμοί, καταποντισμοὶ καὶ ἐμπρήσεις, παρὰ θεοῦ πρὸς σωφρονισμὸν ἡμῶν δικαίᾳ κρίσει ἀνερριπίσθη, ὀλέσασα τοσοῦτον ἀριθμόν, ὅσος καὶ ὤλλυτο. ἐπεὶ οὖν σπλαγχνισθεὶς κεκόπακεν τὴν θραῦσιν Κύριος, οὐ βούλεται τοὺς ὑπολειφθέντας ὄλλυσθαι, ἐπεὶ πάντως πανωλεθρίαν εἰργάσατο ὡς ἐπὶ τοῦ κατακλυσμοῦ· ἀλλὰ τί; τὸ διασεσῶσθαι τοὺς ἐαθέντας καὶ φειδοῦς γενέσθαι ἀξίους· φησὶ γὰρ ἐν τοῖς εὐαγγελίοις, ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ διὰ τοῦ μακαρίου Παύλου· μή τίς τινι κακὸν ἀντὶ κακοῦ ἀποδιδότω, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. οὐ μὴν ἀνεπιτιμήτως· ἐπεὶ καὶ Κάιν φονεύσας τὸν ἀδελφὸν τὸ πολυειδὲς καὶ ᾀδόμενον ἐπιτίμιον εἰκότως εἴληφεν. ἐπιτετίμηται πρὸς ἑαυτοῦ καὶ Λάμεχ, καὶ Ἀβεσσαλώμ, τὸν ἀδελφὸν Ἀμνὼν κτείνας, ἐάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ ὑπὸ τῆς Θεκωίτιδος πρόβλημα ἄκταντος. καὶ αὐτὸς ∆αυὶδ οὐκ ἐβούλετο τὸν Ἀβεσσαλὼμ τὸν πατρολῴαν κτένεσθαι, ἀλλ' οὐδὲ τοὺς συναποστατήσαντας αὐτῷ μετὰ τὴν παῦλαν τοῦ πολέμου γέγραπται προστάξαι φονεύεσθαι. τοσαῦτα ὡς κατ' ἐπιτομὴν περὶ τοῦδε· ἐλεήμων γὰρ ὢν ὁ θεὸς θέλει δι' ἐπιτιμήσεων, ἤγουν ἐξοριῶν, φυλακῶν, ἄλλων τινῶν ὑποθέσεων τὸ τῆς μετανοίας αὐτοῖς διὰ ζωῆς συντηρεῖσθαι. Ἐπεὶ δὲ τῇ ἑτέρᾳ ὑποθέσει τί καὶ φῶμεν, εἰδότος σου τοῦ ἐχέφρονος καὶ δραστηρίου νοῦ τὰ πάντα; εἰς αὐτὸ τοῦτο ἡ τοῦ προάρξαντος Λέοντος ἔνστασις συνᾶραι ἡμᾶς λόγον μετὰ τῶν ἑτεροδόξων, ἀντιθετικῶς κρίσιν ἀποίσοντος, ὡς ἐνόμιζεν. ἀλλὰ καὶ αὐτοῦ ἤδη τοῦ βασιλεύοντος ἡ αὐτὴ ἔνστασις, ὁπηνίκα κατὰ πρόσωπον πρὸ τριῶν ἐτῶν διελέχθη ἡμῖν, οὐκ αὐτοῦ λέγοντος κρίνειν τὴν διαδικασίαν, ἀλλὰ τοῦτον κἀκεῖνον τῶν δῆθεν ὁμοφρόνων ἡμῖν· ἀλλ' οὔτε ἡμεῖς οἱ παρόντες κατὰ πρόσωπον οὔτε ὁ κλεινὸς ἡμῶν ἀρχιερεὺς ἠνέσχετο ὡς ἔκθεσμον καὶ ὀθνεῖον. ὅπερ καὶ ἄληθες, παμπόθητε ἡμῶν δέσποτα· οὐδὲ γὰρ περὶ βιωτικῶν καὶ σαρκικῶν ὁ λόγος, ὧν βασιλεὺς τὸ κράτος ἔχει τοῦ κρίνειν καὶ τὸ βιωτικὸν κριτήριον, ἀλλὰ περὶ θείων καὶ οὐρανίων δογμάτων, ὃ ἄλλοις οὐκ ἐπιτέτραπται ἢ ἐκείνοις, οἷς φησιν αὐτὸς ὁ θεὸς λόγος· ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. τίνες δὴ οὗτοι οἱ ἐντεταλμένοι; ἀπόστολοι καὶ οἱ τούτων διάδοχοι. τίνες δ' οὖν οἱ διάδοχοι; ὁ τῆς Ῥωμαίων νυνὶ πρωτόθρονος, ὁ τῆς Κωνσταντινουπόλεως δευτερεύων, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας καὶ ὁ Ἱεροσολύμων. τοῦτο τὸ πεντακό-ρυφον κράτος τῆς ἐκκλησίας, παρὰ τούτοις τὸ τῶν θείων δογμάτων κριτήριον· βασιλέων δὲ καὶ ἡγεμόνων τὸ συνεπικουρεῖν καὶ συνεπισφραγίζειν τὰ δεδογμένα καὶ διαλλάττειν τὰ σαρκικῶς διαφορούμενα. οὐκ ἄλλο τι ἐν τοῖς θείοις δόγμασιν οὔτε δέδοται πρὸς θεοῦ οὔτε γενησόμενον στήσεται. διὰ τοῦτο ἀπεδοκιμάσθη ἐπὶ τοῦ δόγματος τῶν θείων εἰκόνων τὰ ἐπὶ τοῦ πάλαι Κωνσταντίνου καὶ Λέοντος βασιλικῷ κράτει καὶ θράσει συνεδριασθέντα τε καὶ βατταρισθέντα· ἐφ' οἷς ἐτμήθη ἡ τῇδε ἐκκλησία τῶν ἑτέρων τεττάρων, ἀναθεματισμοῖς ὑποβαλλομένη αἰωνίοις σφραγῖδι τοῦ Ἁγίου Πνεύματος. εἶτα ἐλέῳ θεοῦ ἠγέρθη κέρας ὀρθοδοξίας ἐπὶ Εἰρήνης τῆς πάνυ σὺν τῷ αὐτῆς ῥαδάμνῳ, ἐφ' ἧς συνήφθη τὰ διεστῶτα μέχρις Λέοντος τοῦ προσεχοῦς· ἐφ' ᾧ αὖθις διετμήθη ἡ τῇδε ἐκκλησία, ἀναθεματιζομένη ὑπὸ τῶν προτέρων ἰσορρόπως. Ἀμήχανον οὖν ἐστιν, ὦ δέσποτα, βιωτικῷ κριτηρίῳ παραβάλλεσθαι τὸ θεῖον κριτήριον ἢ συναφθῆναι τήνδε τὴν ἐκκλησίαν μὴ οὐχὶ ὁμονοούντων τῶν πέντε πατριαρχῶν. εἰ δέ τις ἐρωτοίη "4καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι;"5 τῷ ἐκστῆναι