δὲ ἀπὸ Λυκάστου, φασίν,αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι δὲ καὶ Ποντικὴ Λύκαστος κατὰ τὸνγραφέα τῶν Ἐθνικῶν, ὃς λέγει καί, ὅτι τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱἐγχώριοι· οὐκ ἐπικρατεῖ δέ, φησίν, ἡ ἐθνικὴ παράδοσις, τουτέστι παρὰ τοῖςἄλλοις οὐκ ὀξύνεται. (ῃ. 648) Ἡ δὲ Φαιστὸς ὀξύνεται πρὸς διαστολὴν τοῦβαρυτόνου Φαίστου τοῦ κυρίου ὀνόματος, ὃς καὶ ἔκτισεν αὐτήν, υἱὸς ὢν Ῥοπάλου, υἱοῦ Ἡρακλέος, ὡς ὁ Ἐθνογράφος λέγει, ὃς καὶ Πελοποννησίαν Φαιστὸν ἱστορεῖ. Φαίστιον δέ φασιν εἶναι σοφὸν τὸν Ἐπιμενίδην, ὃς καθαρμοὺς δι' ἐπῶνἐποίησε. διεῖχε δὲ κατὰ τὸν Γεωγράφον Γόρτυνος μὲν στάδια ἑξήκοντα, θαλάσσης δὲ εἴκοσι, κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. [Εἰς δὲ τὴν διάφορον τόνωσιν τοῦ Φαιστός καὶ Φαῖστος θετέον σὺν ἄλλοις ἀλλαχοῦ δηλουμένοις καὶ τὸ Ἀθηναῖος τοπικὸν καὶ Ἀθήναιος κύριον καὶ ἐπαινετός τὸ ἐπίθετον καὶ Ἐπαίνετος κύριον1.487 καὶ νόμος τὸ κοινὸν καὶ νομός ὁ κατὰ τόπον καὶ πλησίος ὁ ἐγγίζων καὶ Πλήσιοςκύριον ἀνδρὸς ἱεροῦ.] Τὸ δὲ Ῥύτιον τὸ ἐν Κρήτῃ προπαροξύνεται μέν, ὡς τὸστάδιον, κατὰ τοὺς παλαιούς, διὰ διχρόνων δὲ γράφεται. τὸ μέντοι ΤρῳαδικὸνῬοίτειον, ὅπερ καὶ ἄκρα καὶ πόλις Τρῳάδος ἐστίν, ἐξήλλακται ὥσπερ τῇτοπικῇ διαστάσει, οὕτω καὶ ταῖς δυσὶ διφθόγγοις, ἐν αἷς γράφεται. ἐθνικὸν δὲκαὶ τούτου καὶ ἐκείνου Ῥυτιεύς. περὶ δὲ τοῦ ῥηθέντος Τρωϊκοῦ Ῥοιτείου, ὅτι τε πόλιν ὁμώνυμον ἐπὶ λόφῳ εἶχε καὶ ᾐόνα συνεχῆ, ἐφ' ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος, καὶ εἴ τί που ἄξιον ἄλλο τῆς ἐν καιρῷ μνήμης, ἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃ. 649) Ἑκατόμπολις δὲ ἡ Κρήτη λεγομένη ἐνταῦθα, ἐνενηκοντάπολιςἐν τῇ Ὀδυσσείᾳ ποιεῖται. καὶ οἱ μέν φασιν, ὅτι ἀληθῶς ἑκατόμπολις μὲν ἦν κατὰτὴν ἐνταῦθα ἱστορίαν. Λεῦκος δέ, οὗ καὶ Λυκόφρων μέμνηται, δέκα πόλειςἐπόρθησεν ἀποστατήσας καὶ ἐπαναστὰς τῷ Ἰδομενεῖ. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα πόλεις ἔχειν ἡ Κρήτη λέγεται. ἄλλοι δὲ εἶπον, ὅτι ἑκατόμπολιν ὁποιητὴς τὴν Κρήτην εἰπὼν τὸ ἐφ' ἑαυτοῦ εἶπεν, ἤγουν τὸ ἐπὶ τῶν ἡμερῶν, ἐν αἷςαὐτὸς περιῆν· ἐπὶ μέντοι τῶν Τρωϊκῶν ἐνενήκοντα ἦσαν. Ἀλθαιμένης δέ,φασίν, ἐκπεσὼν Ἄργους ἔκτισε τὰς δέκα ἢ καί, ἄλλως εἰπεῖν, μετὰ τὰ Τρωϊκὰἐπεκτίσθησαν δέκα, ὡς ἱστορεῖ Ἔφορος. ὥστε κατὰ τούτους πρὸ μὲν τοῦ Ὁμήρου ἐνενήκοντα ἦσαν, εἴτε Λεύκου πολιορκήσαντος τὰς δέκα, εἴτε καὶ ἄλλωςπως, ἐπὶ δὲ τοῦ Ὁμήρου ἑκατόν. περὶ δὲ Κρήτης εἴρηται εἰς ἱκανὸν ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἱστοροῦνται δὲ καὶ ναυκρατῆσαί ποτε οἱ Κρῆτες, ὥστε καὶ παροιμία εἰς τοὺς προσποιουμένους ἀγνοεῖν ἅπερ ἀκριβῶς οἴδασιν αὕτη· «ὁ 1.488 Κρὴς τὴν θάλασσαν», ὅπερ ὁ Γεωγράφος νοεῖ κατ' ἔλλειψιν τοῦ ἀγνοεῖ, ἵναλέγῃ ἡ παροιμία, ὅτι Κρὴς ἀγνοεῖ τὴν θάλασσαν, εἰρωνικοῦ δηλαδὴ ὄντος τοῦλόγου. ἔπασχον δὲ καὶ κακέρωτας, οὓς καὶ ἐν νόμῳ εἶχον. ὡς δὲ καὶ πανοῦργοιοἱ Κρῆτες [καὶ χείρους ἤπερ οἱ κατὰ Ῥόδον, περὶ ἣν τοὺς Τελχῖνας ἡ ἱστορίακατοικίζει τοὺς ἀλλαχοῦ δηλουμένους,] ἑτέρα παροιμία δηλοῖ ἡ λέγουσα»πρὸς Κρῆτα κρητίζεις», ἤγουν πρὸς οὐκ ἀπάνουργον ἄνδρα τοὺς δόλους ῥάπτεις.καὶ οὕτω μὲν τὰ ἐν τούτοις. (ῃ. 650 ς.) Κρητῶν δὲ ἡγοῦντο Ἰδομενεύς, οὗπολὺς λόγος παρὰ τῷ ποιητῇ πολλαχοῦ, καὶ Μηριόνης. ὧν Ἰδομενέα μὲνδουρὶ κλυτὸν λέγει, τουτέστι περίκλυτον ἐν τῷ δουρὶ καὶ αἰχμητήν, τὸν δὲ Μηριόνην ἀτάλαντον, ὅ ἐστιν ἴσον Ἐνυαλίῳ ἀνδρεϊφόντῃ, τουτέστι τῷ Ἄρεϊ.περὶ δὲ τῶν τριῶν τούτων λέξεων, τοῦ ἀτάλαντος καὶ Ἐνυάλιος καὶ ἀνδρεϊφόντης,τὰ μὲν εἴρηται, τὰ δ' ἐν ἑτέροις δηλωθήσεται. θεῖος δὲ Μηριόνου κατὰ τὴν ἱστορίαν ὁ Ἰδομενεύς. ∆ιὸς γὰρ Μίνως, οὗ καὶ Πασιφάης ∆ευκαλίων, οὗ Μόλοςκαὶ Ἰδομενεύς, Μόλου δὲ Μηριόνης. (ῃ. 653-7) Ὅτι «Τληπόλεμος Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων ἀγερώχων, οἳ Ῥόδονἀμφενέμοντο διατρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον». εἶτα ἐπαναλαβὼν λέγει· «τούτων Τληπόλεμος δουρὶ κλυτὸς