306
σώματός τε εὐφυΐαν καὶ ὥσπερ εὐαρμοστίαν καὶ ῥώμην, μακρὸν ἂν εἴη τὰ νῦν διεξέρχεσθαι. ἐπεὶ δὲ τὰς παρ' αὐτῶν φασι τῶν ἐχθρῶν ἀξιοπιστοτέρας γίνεσθαι μαρτυρίας, εἰδεῖεν ἂν καὶ φαῖεν ταῦτα Ἰλλυριοί τε, καθ' ὧν οὑτοσὶ μέγα κεκλέϊσται, καὶ πᾶσα ἤπειρος καὶ αὐτοὶ Πέρσαι, οἳ πολλάκις τούτῳ προσβαλόντες παντελῶς ἥττους, ὡς μηδένες ἐναργῶς ἀπηλέγχθησαν. ἃ δ' ὑπήνεγκεν ἀνδρείως καὶ πέπονθεν ἐμὴν χάριν, χρημάτων ἀφαίρεσιν παντελῆ καὶ πλούτου παντὸς δήμευσιν, θεραπόντων πλῆθος, στέρησίν τε τῶν ἄλλων ἁπάντων, ὧν ἡττημένους ὁ 2.319 ρῶμεν ἀνθρώπους· ὅπως τέ μοι συνεξῴκισται ἐς Τριβαλοὺς, καὶ ψυχὴν αὐτὴν ἑτοίμως εἶχεν ὑπὲρ ἐμοῦ θεῖναι ὁπότε ἔδει, καὶ ὅπως ἐγίνετό μοι ἀντὶ πάντων, ὁποίων τέ μοι καὶ ὁπόσων κεκοινώνηκε τῶν ἀνιαρῶν, ἐῶ λέγειν, ὡς μὴ ἀνάξια δόξω πράττων ἐκδιηγούμενος σὺν οἴκτῳ δι' ἐμαυτοῦ, ἃ τότε γενναίως ἠνέγκαμεν ἀρωγῇ τοῦ κρείττονος. βούλομαι μὲν οὖν μακροτέρᾳ διηγήσει δοῦναι τὰ τούτου. ἐπειδὴ δ' ἐλάττω τῆς ἀληθείας ἔσται πάντως ἅττ' ἂν εἴποιμεν, ἔχει τις ἐξ ὀλίγων πάνυ τῶν ῥηθέντων ὥσπερ ἐν ἐπιδρομῇ ἐς βαθεῖαν τοῦ αὐτοῦ πρακτέων ἐληλυθέναι κατάληψιν. παρείσθω γὰρ τὰ πλείω οἷς ἔργον αὐτὸ τοῦτο μόνον, τὸ γραφῆς ταῦτ' ἀξιοῦν καὶ λόγοις τιμᾷν. ἡμῖν δὲ πρὸ τούτου μελήσει καὶ αὐτοῖς ἔργοις ἀμείβεσθαι τουτονὶ τὸν περιπόθητον αὐτάδελφον τῆς βασιλείας μου τὸν φερωνύμως χάρισι βρύοντα. δικαιότατον γὰρ εὐεργετεῖσθαι παρ' ἡμῖν καὶ μεγάλων ἀμοιβῶν ἀξιοῦσθαι, οὐχ ὅτι μόνον ἐστὶν οἷος δέδεικται καὶ φορυτὸν δυσχερῶν σὺν ἡμῖν ὑπὲρ ἡμῶν μάλα ἀσμένως ὑπήνεγκεν· ἀλλ' ὅτι καὶ διὰ πάντων τῶν αὐτῷ πεπραγμένων τρανῶς ἐπαγγέλλεται συνοίσειν, ὅ,τι βέλτιον τῷ κοινῷ, καὶ νίκας ἄρασθαι κατ' ἐχθρῶν τὰ Ῥωμαίων νεμομένων ἀναίδην. διά τοι τοῦτο καὶ χάριτας ἀποχρώσας ἡ βασιλεία μου τῷδε βουλομένη ἀεὶ, ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει νῦν καὶ τὸν παρόντα χρυσόβουλλον λόγον, δι' οὗ προστάσσει καὶ θεσπίζει καὶ διορίζεται εἶ 2.320 ναι τὸν διαληφθέντα περιπόθητον αὐτάδελφον τῆς βασιλείας μου κύριον Ἰωάννην τὸν Ἄγγελον εἰς κεφαλὴν τῶν κάστρων καὶ χωρῶν Βλαχίας ἐφ' ὅρῳ τῆς ζωῆς αὐτοῦ, καὶ ἐπιμελεῖσθαι καὶ σπεύδειν καὶ φροντίζειν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιδόσεως καὶ βελτιώσεως αὐτῶν, ὀφείλοντα διατηρεῖν ἀπαρασάλευτα καὶ ἅπερ ἐνόρκως ὑπεσχέθη τῇ βασιλείᾳ μου· ἃ περιττὸν μὲν ἴσως ἂν δόξειε κατὰ μέρος δηλούμενα καὶ ἀνοίκεια τάχα τῷ τούτου τρόπῳ ἀγαθῷ γε ὄντι καὶ περὶ ἡμᾶς εὐνουστάτῳ. ἐπεὶ δ' ἐπαινετόν τι χρῆμα πολλῶν ἕνεκα τὸ τρίβον ἀσφαλῆ καὶ λείαν πορεύεσθαι μηδὲν προσιστάμενον ἔχουσαν, ἤτοι γε ἀπειλοῦσαν τὰ παρ' ἡμῖν μὲν ἐκτεθέντα, ὅρκοις δὲ παρὰ τούτου βεβαιωθέντα, κατὰ μέρος ταῦτα καὶ λεχθήτω διὰ τὸ ἀσφαλέστερον. ἔστι δὲ τάδε. ἵνα ᾖ ὁ περιπόθητος αὐτάδελφος τῆς βασιλείας μου κύριος Ἰωάννης ὁ Ἄγγελος φίλος τοῦ φίλου αὐτῆς, καὶ τοῦ ἐχθροῦ αὐτῆς ἐχθρός· ἤγουν κἂν ὁποῖον ἄρα πρόσωπον εἴη, εἰ μὲν ἔχει φιλίαν καὶ ἀγάπην ἡ βασιλεία μου μετ' ἐκείνου, ἔχῃ καὶ αὐτὸς οὕτως· εἰ δ' οὖν, διατίθηται ἀναμφιβόλως καὶ ἀπολυπραγμονήτως εἰς αὐτὸ, ὡς καὶ ἡ βασιλεία μου. ἵνα μὲν τὸ τοιοῦτο τῆς Βλαχίας κεφαλαττίκιον ἐφ' ὅρῳ παντὶ τῆς ζωῆς αὐτοῦ ἔχῃ, οὐ μὴν δὲ ἔχῃ ἐπ' ἀδείας οὗτος τοῦτο δοῦναι καὶ πρὸς παιδίον αὐτοῦ, εἰ μή πως τάξῃ τοῦτο καὶ στέρξῃ ἡ βασιλεία μου, ὡς ἐξ ἄλλης ἀρχῆς. ἵνα οὐ μόνον χρεωστῇ τοι 2.321 αύτην δουλοσύνην εἰς τὴν βασιλείαν μου, ἀλλὰ καὶ εἰς τὸν βασιλέα κύριον Ἰωάννην τὸν Παλαιολόγον, ἐὰν καταστήσῃ αὐτὴ τοῦτον διάδοχον τῆς βασιλείας· ἐὰν δὲ παραχωρήσει θεοῦ ἀποθάνῃ ὁ βασιλεὺς ὁ Παλαιολόγος, χρεωστῇ τὴν τοιαύτην ὑποταγὴν εἰς ὃν ἂν καταστήσῃ ἡ βασιλεία μου σὺν θεῷ διάδοχον καὶ κληρονόμον τῆς τῶν Ῥωμαίων ἀρχῆς. φημίζηται δὲ καὶ μνημονεύηται ἐν πάσῃ τῇ χώρᾳ τῆς Βλαχίας καὶ ἡ δέσποινα Ἄννα ἡ Παλαιολογίνα καὶ βασιλεὺς ὁ υἱὸς αὐτῆς κατὰ τὴν ἐνεργουμένην συνήθειαν ἔν τε τῷ θεοφρουρήτῳ παλατίῳ τῆς βασιλείας μου καὶ ἐν αὐτῇ τῇ χώρᾳ. ἵνα καὶ ἐκεῖσε εἴτε μητροπόλεις εἶεν, εἴτε ἐπισκοπαὶ, εἴτε μοναστήρια, εἴτε ἐκκλησιαστικὰ δίκαια, ὦσιν ὑποκείμενα ὡς ἀρχῆθεν τῇ ἁγιωτάτῃ