306
ναυτικῷ τῶν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν ἀπέβη. ὁ Κράσσος δ' ἐν τῇ Βρεττίᾳ τῷ ̓Αννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη ̔Ρωμαίοις· Πούπλιον γὰρ Σεμπρώνιον εἰς ̓Απολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο. Σκιπίων δ' ὁ υπατος εἰς Σικελίαν κατάρας παρεσκευάζετο μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον εχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ αλλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ ̔Ρηγίου ηκε τὴν πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ 2.283 τοῦ ̓Αννίβου τυχόντες πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλιναν. δύναμιν ουν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυκτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρχηδονίων εἰς τὴν ακραν συνειληθέντων καὶ τὸν ̓Αννίβαν μετακαλεσαμένων, κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων, καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκδρομῇ ἀπεώσατο. ειτα λαβὼν τὴν ἀκρόπολιν καὶ ἐπιτρέψας τὴν πᾶσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. ουτω δ' οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ εδεισαν, ωστε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ιν' εἰς τὴν ̓Ιταλίαν στρατεύσῃ, καὶ τῷ ̓Αννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας, καὶ ναῦς τῷ Μάγωνι καὶ χρήματα, ινα τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ δὲ σημείων τινῶν νίκην οἱ ̔Ρωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν αλλην ὡς αν ἐθελήσῃ καταλέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Κέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ ̓Αννίβᾳ ἀντέταξαν. Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται, επεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αυθις αὐτὴν ἀνακτησόμενον. ὁ ουν Μασινίσσας ὑπώπτευε μὲν τὸ πραττόμενον, κατηλλάγη δὲ δῆθεν, ινα πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ· μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος η τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς ̔Ρωμαίοις προσέκειτο, ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο ̔Ρωμαίοις ενσπονδος ειναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα2.284 σθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι' ἀπορρήτων ὁ Σκιπίων, ινα μὴ γνῶσιν οἱ στρατιῶται, τόν τε κήρυκα αὐθημερὸν ἀπέπεμψε μηδενὶ αλλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, ετι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων ειναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ετι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον ̓Απολλώνιον προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει, προσέμισγέ τε ταῖς πόλεσι καὶ ειλέ τινας. ἐγκειμένων δὲ τῶν ̔Ρωμαίων τῇ χώρᾳ, Αννων ὁ ιππαρχος, υἱὸς ων τοῦ ̓Ασδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. ὁ ουν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ιν' ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν ουν Καρχηδονίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ' αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν, πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Αννων αὐτός. διὸ ὁ ̓Ασδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε· καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς ̔Ρωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἱ δὲ ̔Ρωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς ̓Ιταλίας ὑπὸ τοῦ ̓Αννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν. Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαΐου Σερουιλίου ὑπατευσάντων οι τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ 2.285 ̓Αννίβας καὶ ὁ Μάγων ἐκ