306
ὀδόντων η δῆξις. Οδε. ἀντὶ τοῦ ουτος. ̔Ο δεῖνα. ωσπερ τὸ Νεάπολις δύο ὀνόματα εἰσὶν καθ' ἑνὸς ὑποκειμένου, ουτως καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰσὶ καθ' ἑνὸς ὑποκειμένου. τινὲς δὲ λέγουσιν, οτι μία λέξις ἐστὶ καὶ οὐ δύο. οιτινες κακῶς λέγουσιν· εἰ γὰρ ην μία λέξις, οὐκ ωφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι omicron.1425 η αρχειν, οιον ὁ δεῖνα, τοῦ δείνατος, τῷ δείνατι. τῆς γὰρ μίας λέξεως φυλάσσεται ἐν τῇ κλίσει ἡ ἀρχὴ, οιον· φιλάνθρωπος, φιλανθρώπου, φιλανθρώπῳ. τοῦτο διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, ουτως ἐχούσης τῆς παραδόσεως, καὶ ισως πλανηθείσης ἐκ τοῦ τινὰς λέγειν, οτι μία λέξις ἐστίν· οἱ γὰρ λέγοντες, οτι μία λέξις ἐστὶ, λέγουσι, παρὰ τὸ οδε ἀντωνυμίας ἐστὶν, οιον· ̓Αλλ' οδ' ἀνὴρ ἐθέλει- γέγονεν ὁ δέϊνα καὶ ὁ δεῖνα. † ̔Οδελόσ. ὁ ὀβελίσκος.† † ̓Οδοντομάχησ. ὁ σῦς.† † Οδουροσ. ὁ κακοῦργος· ὁ τὴν ὁδὸν φυλάσσων.† † Ὁδοῖοσ. ἐνεδρεύων.† Οδησθοσ. κύριον. ̔Οδηγόσ. ὁ προπομπός. ̔Οδίτησ. ὁ ὁδοιπόρος. ̓Οδίοσ. κύριον. ̔Οδοιδόκοσ. ὁ λῃστής. ἀπὸ τοῦ δοκεῖν καὶ ἐπιτηρεῖν τὴν ὁδόν. ̓Οδόακροσ. κύριον. ̓Οδολάμ. ονομα ἐστὶ σπηλαίου. omicron.1426 ̓Οδούσ. ὡς παρὰ τὸ λέγω γίνεται λόγος, ουτως καὶ παρὰ τὸ εδω ὀδούς. ὀξύνεται ὡς μετοχή· αἱ γὰρ εἰς ˉοˉυˉς μετοχαὶ ὀξύνονται. (Θηλυκόν.) ̔Οδεία. ἡ οδευσις. ̔Οδηγία. ἡ προπομπή. ̓Οδμή. ἡ εὐωδία. παρὰ τὸ οζω ὀδὴ καὶ ὀδμή. ̔Οδόσ. ἡ στράτα. παρὰ τὸ εω, τὸ πέμπω, ὁδός. ὡς σβέω σβεδὸς καὶ σβοδὸς καὶ σποδός. ̔Οδῷ γήρως· ἐπὶ γήραος οὐδῷ. ἐπ' ἐξόδου τοῦ γήρως, οτε ηδη πεπέραται ὁ βίος καὶ διεξελήλυθε δι' αὐτοῦ. † Οδρα. ὁ ὀφθαλμός.† † Οδρυσσα. πόλις.† ̓Οδύνασ. λύπας. παρὰ τὸ εδειν τὴν ψυχήν. ̔Οδὸς καὶ ἡ διδασκαλία. ὁδὸς καὶ ἡ οἰκονομία. καὶ ὁ ̓Απόστολος· καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. (Οὐδέτερον.) Οδεα. τὰ ἐφόδια. ̓Οδυνήφατον. τὸ φθεῖρον καὶ παῦον τὰς ὀδύνας. φάρμακον ὀδυνήφατον. † ̓Οδόντιον. ἡ βοτάνη. καὶ τὸ τοῦ στόματος.† ( ̔Ρῆμα.) ̓Οδαξήσας καὶ ὀδακτήσασ. omicron.1427 † ̔Οδίων. βαδίζων.† ὁδοστατήσας. ̓Οδυνώμενοσ. ὠδυνημένος δὲ μέγα. ̔Οδεύειν. οὐδὲ παρ' ἑνὶ τῶν ἐλλογίμων εὑρίσκεται. ̔Οδοιδοκῶ. τὰς ὁδοὺς ἐπιτηρῶ. η λῃστεύω. ̓Οδυρομένουσ. κλαίοντας. † ̓Οδακτάζειν. τὸ δάκνειν.† † ̓Οδεῖν. ἀγοράζειν.† ̓Οδύρομαι. ἐπὶ ἐνεστῶτος. παρὰ τὸ ὀδύνω, ο σημαίνει τὸ τήκομαι καὶ καταπονοῦμαι. τοῦτο παρὰ τὸ εδω, τὸ ἐσθίω. ἐξ ου γίνεται ὀδοὺς, ὀδύνω καὶ ὀδύρομαι. ὀδύρωμαι δὲ ἐπὶ μέλλοντος, μέγα. Οδωδα. ἐκ τοῦ οζω. ὁ μέσος παρακείμενος ωδα, καὶ ἀττικῶς οδωδα. ( ̓Επίῤῥημα.) ̓Οδάξ. τοῖς ὀδοῦσι δακτικῶς. παρὰ τὸ δάζω, δάξω, κατὰ ἀποβολὴν τοῦ ˉω δὰξ, καὶ πλεονασμῷ τοῦ ˉο δάξ. ̔Οδοιπορικῶσ. ἐπίῤῥημα. ὡδοιπωρηκὼς δὲ ἐπὶ παρακειμένου, μέγα καὶ η. Τὸ Ο μετὰ τοῦ Ε. ̓Οεργίλοσ. κύριον. omicron.1428 Τὸ Ο μετὰ τοῦ Ζ. ( ̓Αρσενικόν.) ̓Οζάν. κύριον. ̓Οζίασ. κύριον. ἑρμηνεύεται δὲ καὶ ἰσχύς. † Οζηλισ. ονομα τόπου.† † ̓Οζηλίσ. ἡ βοτάνη.† ̓Οζόλαι. εθνος. ἡ εὐθεῖα ὁ ̓Οζόλης. Οζοσ. ὁ κλάδος η τὸ ἐγκαθήμενον καὶ πεπαρμένον ξύλον. παρὰ τὸ εζω, τὸ κάθημαι. ωσχος δὲ ὁ κλάδος, μέγα. Τὸ Ο μετὰ τοῦ Θ. ( ̓Αρσενικόν.) † Οθησ. εὐνοῦχος.† ̓Οθνεῖοσ. ξένος. ̓Οθρυονεύσ. κύριον. ̓Οθριάδησ. κύριον. καὶ κλίνεται ̓Οθριάδου. ̓Οθρύσ. †λόφος η† ορος Θεσσαλίας. ̓Οθρὺν καὶ ποταμὸν ἱερὸν ῥόον-. Οθων, Οθωνοσ. κύριον. (Θηλυκόν.) † ̓Οθία. αμαξα ἡμιονική.† ̓Οθνείαν. ξένην. omicron.1429 ̓Οθόνη. λεπτότατον υφασμα. παρὰ τὸ οθω, τὸ συστρέφω καὶ κινῶ, οθεν τό· οὐδ' οθομαι κοτέοντος- ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι. δύναται δὲ λέγεσθαι καὶ παρὰ τὸ οθμα, τὸ ομμα, ὀθμόνη καὶ ὀθόνη, ἀποβολῇ τοῦ ˉμ. (Οὐδέτερον.) † Ὀθνεῖον. ξένον. ὡς παρὰ τὸ αριστος ἀριστεῖον, ουτως καὶ παρὰ τὸ νόθος νοθεῖον, καὶ ὀθνεῖον, μεταθέσει τοῦ ˉν.† ̓Οθόνια. ὑφάσματα. ̓Οθώνεια δὲ τὰ τοῦ Οθω νος, μέγα καὶ δίφθογγον. Οθομαι. ἀποστρέφομαι. καὶ οθεο ἀντὶ τοῦ ἐπιστροφὴν ποιοῦ. Οθι. οπου. εστιν ὁ αρθρον, καὶ κατ' εκτασιν τοῦ θι οθι. † Οθωσ. ταχέως.† Τὸ Ο μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Οιακεσ. τὰ ἐν χερσὶ τῶν ἰθυντηρίων ἠρτημένα ξυλάρια τοῖς πηδαλίοις, δι' ων περιάγεται τὰ πηδάλια. παρὰ τὸ οιω, τὸ κομίζω. Οἰδίπουσ. οἰδῶ, οἰδήσω, οἰδησίπους καὶ οἰδίπους διὰ τοῦ ˉι. τὰ γὰρ ἀπὸ