306
«Ἐνετείλαντο νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθὲ ἐν ἀρχῇ τοῦ λαοῦ, καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ κατεμαρτύρησαν αὐτοῦ κατέναντι τοῦ λαοῦ λέγοντες· Ηὐλόγησεν Θεὸν καὶ βασιλέα. Καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανεν.» «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη δόλια.» «Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.» «Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δὲ αὐτὸς διώξεται ὄρνεα πτερωτά.» «Βδέλυγμα Κυρίου χείλη ψευδῆ.» 96.433 «Ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδος θανάτου.» «Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν.» «Μάταιον λόγον καὶ ψευδῆ μακρὰν ποίησον ἀπὸ σοῦ.» «Μάρτυς ψευδὴς ἀπολεῖται.» «Μὴ ἴσθι μάρτυς ψευδὴς ἐπὶ σὸν πολίτην.» «Ἧ συκοφαντία περιφέρει σοφὸν, καὶ ἀπολεῖ τὴν καρδίαν εὐτονίας αὐτοῦ.» «Στόμα τὸ ψευδόμενον ἀναιρεῖ ψυχήν.» «Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» «Ἀναστάντες οἱ δύο πρεσβύτεροι ἐν μέσῳ τοῦ λαοῦ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν Σουσάννας. Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν. Εἶπαν δὲ οἱ πρεσβύτεροι· Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέλυσεν τὰς παιδίσκας, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου. Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσεν μετ' αὐτῆς. Καὶ ἐπίστευσεν ἡ συναγωγὴ τοῖς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκρινον αὐτὴν ἀποθανεῖν. Ἀνεβόησε δὲ Σουσάννα φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν.» «Μὴ ἀροτρία ψεῦδος ἐπ' ἀδελφῷ σου· μὴ φίλῳ τὸ ὅμοιον ποίει. Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.» «Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος.» «Ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;» «Αἱρετὸν κλέπτης, ἢ ὁ ἐνδελεχίζων ψεύδει· ἀμφότεροι ἀπώλειαν κληρονομήσουσιν.» «Ἀνήρ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησαν κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός.» «Πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.» «Ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν.» Οὔτε ἐν δικαστηρίοις, οὔτε ἐν ταῖς ἄλλαις πράξεσιν ἐπιτήδειον τὸ ψεῦδος τοῖς τὴν ὀρθὴν ὁδὸν καὶ ἀληθῆ προελομένοις τοῦ βίου. Ἔσχατος ὅρος τῆς πονηρίας ἐστὶ τὸ ψεῦδος. Ἔοικέ πως ὁ λόγος, ἐπειδὰν ἅπαξ τῆς ἀληθείας 96.436 παρενεχθῇ, εἰς πολλὰς καὶ ἐπικινδύνους ἀτοπίας ἐμφέρεσθαι. Ἡ τῆς ἀληθείας ἀπόπτωσις, ἀορασία ἐστὶ διανοίας καὶ τύφλωσις. Τὸ μὲν ἀληθὲς ἓν, τὸ δὲ ψεύδεσθαι πολυσχιδές. Τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν· ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν, ἀλλήλους ψευδόμενοι· τοὺς ὅρκους ἀνήλωσαν, εἰς τὸ ὀμνύειν καὶ μόνον τὸν Θεὸν ἐπιστάμενοι. Αἱ οὐκ ἀληθεῖς δόξαι διὰ μυρίων ψευδολογιῶν βαδίζουσαι, μίαν καὶ τὴν αὐτὴν τῆς ἑαυτῶν κατηχήσεως οὐκ ἔχουσι διήγησιν.
ΤΙΤΛ. Βʹ. -Περὶ ψιθυριστῶν.
«Μολύνει τὴν ἑαυτοῦ ψυχὴν, ὁ ψιθυρίζων, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.» «Ψίθυρον καὶ δίγλωσσον καταράσασθαι. Πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.» «Μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε.»
ΣΤΟΙΧΕΙΟΝ Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι
χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς αὐτὴν, καὶ ἐν ᾧ δεῖ λαμβάνειν τὴν μετάστασιν. «Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον;» «Ἑτοίμαζε εἰς
τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ