306
τοὺς ἑτεροδόξους τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἀπολαβεῖν τὸν οἰκεῖον θρόνον Νικηφόρον τὸν ἱερὸν πατριάρχην· ὅς, συνεδρεύσας μεθ' ὧν συνήθλησεν (εἰ οὐκ ἐνδέχεται ἐκ τῶν ἄλλων πατριαρχῶν παρεῖναι ἀντιπροσώπου· ὅπερ δυνατόν ἐστιν, εἰ θέλοι βασιλεὺς τὸν ἐκ ∆ύσεως παρεῖναι, ᾧ καὶ τὸ κράτος ἀναφέρεται τῆς οἰκουμενικῆς συνόδου), ἀποπεράνοι ἂν τὸ τῆς εἰρήνης καὶ τὸ τῆς συναφείας βραβευτήριον δῆλον ὅτι δι' οἰκείων συνοδικῶν, ἀποστελλομένων τῷ πρωτοθρόνῳ. εἰ δὲ οὐ τοῦτο καταδεκτέον τῷ βασιλεῖ καί, ὥς φησι, παρετράπη σὺν ἡμῖν τῆς ἀληθείας Νικηφόρος ὁ πρόεδρος, ἐξ ἑκατέρου μέρους ἀποσταλτέον πρὸς τὸν Ῥώμης κἀκεῖθεν δεχέσθω τὸ ἀσφαλὲς τῆς πίστεως. καὶ γὰρ οὕτως ἔχει· εἰ παρατραπῇ εἷς ἐκ τῶν πατριαρχῶν, ὑπὸ τῶν ὁμοταγῶν, καθά φησιν ὁ θεῖος ∆ιονύσιος, τὴν ἐπανόρθωσιν λήψεσθαι, οὐχ ὑπὸ βασιλέων κρίνεσθαι, κἂν ἐξαναστῶσιν πάντες οἱ ὀρθοδοξήσαντες βασιλεῖς. καὶ τούτου τοῦ κεφαλαίου οὐκ ὀφείλει ἀφειδῆσαι ὁ βασιλεὺς ἡμῶν, ἀλλὰ καὶ πρὸ πάντων γε φροντίσαι, ἐν ᾧ καὶ τὸ βασίλειον μακάριον καὶ τὸ βασιλεύειν ἐννόμως δεδώρηται. Ἄλλο τι οὐ φρονοῦμεν οἱ ταπεινοὶ καὶ ἀνάξιοι, ὑπερευχόμενοι τῆς πολυεύκτου σου εὐζωΐας· εἰ δέ τι ἐλλιπὲς ἐν τοῖς γράμμασιν, ὁ προσκυνητὴς τῶν τιμίων σου ἰχνῶν καὶ ἐπιστοληφόρος ἀπολογήσεται. 479 {1Θεοδότῳ πατρικίῳ}1 Ἀπὸ τοῦ τιμίου γράμματος εἴδομέν σου τὴν πανεύφημον ὑπεροχὴν καὶ ἀπὸ ἀκροάσεως τῶν σημαινομένων ἐπέγνωμέν σου τὴν καλὴν ψυχήν· τὸ γὰρ πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς τοιούτοις χρήσασθαι τιμητικοῖς λόγοις, ἐπιθυμεῖν τε ἡμῶν ἰδεῖν τὸ εὐτελὲς πρόσωπον, εἶτα καὶ ἀκουτισθῆναι λόγον σωτήριον, ἀνδρός ἐστιν ὄντως ἐνθέου καὶ ψυχῆς ἐπιποθούσης θεόν. καὶ ὡς θαυμαστὰ τὰ ἔργα τοῦ μεγάλου καὶ μόνου θεοῦ ἡμῶν τῶν χριστιανῶν· ὅτι ἐκάλεσέν σε ἐξ ἔθνους οὐχ ὁσίου εἰς τὴν σεπτὴν ἐπίγνωσιν τῆς ἀληθείας αὐτοῦ τρόπῳ τηλικούτῳ, δοκοῦντι μὲν ἀκουσίῳ, αὐθαιρέτῳ δ' ὅτι μάλιστα, σὺν τοῖς συνεξελθοῦσιν ἀγχιστεῦσιν, ἐπείπερ ἄλλως οὐ δεδοκίμασται τῇ θείᾳ οἰκονομίᾳ ἀφαρπάσαι ὑμᾶς τῆς ἀθεότητος. ὢ τῆς θαυμαστῆς κλήσεως· ὢ τῆς ἐπαινετῆς ἀπολυτρώσεως· ἠνέχθης ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς ἀτόποις καὶ ἐθνικοῖς λογισμοῖς τε καὶ πράξεσιν, ἐνεδύσω τὸν Χριστόν, χριστιανὸς ἀντ' ἐθνικοῦ χρηματίζων, υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας, ἀνθ' υἱοῦ σκότους καὶ νυκτὸς ἀσεβείας, ἕνα θεὸν σέβων, τὸν ἐν πατρὶ καὶ υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνούμενον, πεφευγὼς τῆς πολυθεΐας καὶ Βουλγαρικῆς εἰδωλολατρείας τὴν δυσσέβειαν· εἶτα καὶ ὁμολογῶν τὸν ἕνα τῆς Ἁγίας Τριάδος, αὐτὸν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, δι' ὑπερβάλλον ἔλεος τοῦ καθ' ἡμᾶς γένους ἄνθρωπον γεγενῆσθαι ὅμοιον ἡμῖν κατὰ πάντα μετὰ καὶ τοῦ εἶναι τὸν αὐτὸν θεὸν τέλειον. θεὸς γὰρ ὁ πατήρ, θεὸς καὶ ὁ υἱός, θεὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς θεός, οὐ τρεῖς θεοί, ἄπαγε, τὸ μὲν διὰ τὴν μίαν θεότητα, τὸ δὲ διὰ τὰ τρία πρόσωπα. αὕτη ἡ ἀληθινὴ πίστις τῶν χριστιανῶν, καταργοῦσα πᾶσα πλάνην καὶ αἵρεσιν. Ἐπειδὴ δὲ διπλοῦς ὁ Χριστός, καθὸ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, τὸ μὲν ὡς ἐκ τοῦ πατρὸς γεννηθεὶς πρὸ αἰώνων ὡς ἐξ ἡλίου ἀπαύγασμα, τὸ δὲ ἐκ τῆς μητρὸς ἐπ' ἐσχάτου τῶν χρόνων ὡς ἡ καθ' ἡμᾶς γέννησις, μᾶλλον δὲ καὶ ὑπὲρ ἡμᾶς (ἐπειδὴ παρθένος ἡ τεκοῦσα καὶ πρὶν καὶ ἐν τῷ τίκτειν καὶ μετὰ τὸν τόκον, ἐφ' οἷς καὶ Θεοτόκος ἀληθινῶς καὶ νενόηται καὶ προσηγόρευται), διὰ τοῦτο, ὥσπερ κατὰ τὸν πατέρα ἀπερίγραπτος, οὕτω κατὰ τὴν μητέρα ἐν πίνακι περιγραφόμενος καὶ ἡ περιγραφὴ αὐτοῦ, ἤτοι εἰκών, προσκυνητή, ἐν ᾗ βλέπεται ὑφ' ἡμῶν τῶν χριστιανῶν οἵαν μορφὴν ἀνέλαβεν καὶ δεδοξολόγηται ὡς ὅμοιος ἡμῖν κατὰ πάντα γεγονὼς πλὴν ἁμαρτίας, καταργήσας πᾶν εἰδωλικὸν ὁμοίωμα, ἐφ' ᾧ ὤλλυτο λατρεῦον ἐξ ἡμερῶν αἰῶνος τὸ γένος τῶν ἀνθρώπων. ὁ γοῦν μὴ καταδεχόμενος αὐτὸν ἐξεικονίζεσθαι, ὦ καλὲ φίλε, ἀπαναίνεται αὐτοῖς πράγμασι, κἂν λόγῳ συγκατατίθεται, γενέσθαι τὸν