Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
συμβλημάτων τῶν κατὰ μέρος ἀπε- τελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς; 9Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξά-μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβό- μην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐ- τῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξ- ελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ. Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.9 Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δη- μιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι' ὧν ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν. Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέ- ναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπη-σα. Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ 70.836 γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γε- νέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετι- μημένης καὶ ἠγαπημένης παρ' ἐμοῦ, οἱ ἐξ αἵματος Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεΐας γένεσθε μιμηταί. Ἀντιλα- βέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ' ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακε- κλῆσθαι πρὸς τὴν Ἰουδαίαν. Ἀκήκοε γὰρ Θεοῦ λέγον-τος· "6Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω."6 Εἶτά φησιν ὡς περὶ παν- τὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ' αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ' ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑ- τοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων. 9Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώ- πους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγο- στὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνε- τὸς εἰς τοὺς αἰῶνας.9 Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξά-μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυν-θήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες. Ἀλλὰ γε- γόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσον- ται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ μακαρίου ∆αβὶδ ὑμνούμενον· "6Εἶδον ἀσεβῆ ὑπερ- υψούμενον,