307
τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, νέμωνταί τε ἀναφαιρέτως καὶ τὰ προσόντα αὐτοῖς διὰ διαφόρων δικαιωμάτων. ἵνα, ἐὰν ἀποσταλῇ παρὰ τῆς βασιλείας μου εἰς τὸ δεσποτάτον ἢ ὁ περιπόθητος γαμβρὸς αὐτῆς κύριος Νικηφόρος ὁ δούκας, ἢ ἕτερος, ἔχῃ φιλίαν μετ' ἐκείνου καὶ χωρῆται ἑκάτερος εἰς τὰ δίκαια αὐτοῦ. εἰ δ' ἴσως συμβαίη διαφορά τις καὶ διένεξις ἀνὰ μέσον ἀμφοτέρων, ἀκουμβίζῃ τὰ περὶ τούτου εἰς τὴν βασιλείαν μου καὶ διορθοῖτο τοῦτο αὐτὴ, καθάπερ ἂν χορηγήσῃ ὁ θεὸς τῇ ταύτης γνώσει. περισώζηται δὲ καὶ τὰ σύνορα τῆς Βλαχίας καὶ τοῦ δεσποτάτου, ὡς τὸ πρότερον διὰ τὸ ἀσκανδάλιστον, ἵνα, ἐὰν παραλάβῃ τὰ ἐν τῷ περιορισμῷ τῆς Βλαχίας κάστρα, ἔχῃ καὶ ταῦτα εἰς τὸ κεφαλαττίκιον αὐτοῦ ὡς καὶ τὴν λοιπὴν Βλαχίαν, καθὰ 2.322 δεδήλωται. εἰς δὲ τὰ ἄλλα κάστρα τὰ μετὰ τὴν Πάτραν διακείμενα, εἰ μὲν ἔχει ἀγάπην ἡ βασιλεία μου μετὰ τῶν Κατελάνων, ἔχῃ καὶ αὐτὸς, εἰ δὲ μάχην, μάχηται καὶ αὐτός· καὶ ὅσα ἂν προσέλθῃ εἰς τὴν δουλοσύνην τῆς βασιλείας μου, εἴτε ἀλλοτρόπως, εἴτε καὶ δι' αὐτοῦ τούτου τοῦ αὐταδελφοῦ τῆς βασιλείας μου, ἔχῃ ἄδειαν αὕτη τάττειν εἰς κεφαλὴν ἰδιοῤῥύθμως, ὃν ἂν ἐθελήσειεν. ἵνα, ἐὰν θέλωσί τινες τῶν ἐν τῇ Βλαχίᾳ ἀρχόντων τυγχάνειν ὀφφικίων παρὰ τῆς βασιλείας μου ἔρχεσθαί τε καὶ εἰς προσκύνησιν αὐτῆς, ἔχωσι τοῦτο ἐπ' ἀδείας καὶ οὐδὲν κωλύωνται παρ' αὐτοῦ. ἵνα ἐπὶ μὲν ἅπασι τοῖς δυτικοῖς μέρεσιν, ἔνθα ἂν χρῄζῃ αὐτῶν ἡ βασιλεία μου, δουλεύῃ μεθ' ἑαυτοῦ τε καὶ παντὸς τοῦ φωσσάτου Ῥωμαϊκοῦ τε καὶ Ἀλβανιτικοῦ· ἀνωτέρω δὲ τῆς Χριστουπόλεως ἐὰν χρῄζῃ ἡ βασιλεία μου, δουλεύῃ μὲν μεθ' ἑαυτοῦ, φωσσάτου δὲ ὅσου ἂν δύνηται.» Ἀγγέλῳ μὲν οὖν τῷ Ἰωάννῃ ἐπὶ τοιαύταις συνθήκαις παρεδίδου Θετταλίας τὴν ἀρχὴν ὁ βασιλεύς. Θετταλοί τε τόν τε Ἄγγελον ἐδέχοντο προθύμως, ὡς παρὰ βασιλέως ἥκοντα, καὶ τὰ προστεταγμένα πάντα ἐπηγγέλλοντο ποιεῖν. νδʹ. Οἱ ἐν ∆ιδυμοτείχῳ δὲ ἐπεὶ πανταχόθεν αὐτοὺς ὁ πόλεμος περιειστήκει καὶ οὐδεμία τις ἐφαίνετο ἀνακωχὴ, εἰ μὴ πρὸς αὐτοὺς ταχέως ἐπανέλθοι βασιλεὺς, τὸν Ταρχανειώτην Μανουὴλ πέμπουσι πρὸς αὐτὸν, τοῦτο μὲν καὶ τὰ κατ' αὐτοὺς διδάξοντα ὡς εἶχε, τοῦτο δὲ καὶ μᾶλλον ἐξορμήσοντα 2.323 πρὸς τὴν ἐπάνοδον, ὡς τῶν κατὰ ∆ιδυμότειχον πραγμάτων ἐκείνου πάνυ δεομένων. βασιλεὺς δὲ καὶ πρότερον μὲν ἐν μεγάλῃ ἐτίθετο φροντίδι τὸ πρὸς ∆ιδυμότειχον ἀπαίρειν, καὶ τότε δὲ ὑπὸ τοῦ Ταρχανειώτου παρακληθεὶς, μᾶλλον τὴν ἐπάνοδον ἐπέσπευδε καὶ Κράλην ἐπὶ τὰ ἴσα παρεκάλει. καὶ παρεσκεύαστο ἤδη ἡ στρατιὰ ἡ μέλλουσα συναίρεσθαι τῷ βασιλεῖ πρὸς τὴν ἐπάνοδον. καὶ Ταρχανειώτης μὲν βασιλέα τε καὶ τοὺς περὶ αὐτὸν πολλῆς ἐμπλήσας ἡδονῆς καὶ προθυμίας, οὐδὲ γὰρ ἐξ ὅτου βασιλεὺς εἰς Τριβαλοὺς ἧκεν, ἀξιόχρεώς τις οἴκοθεν ἀφῖκτο πρὸς αὐτὸν δέει τῶν κατεχόντων τὰς ὁδοὺς, αὖθις ἐπανῆκε πρὸς ∆ιδυμότειχον διαλαθὼν τοὺς πολεμίους, καὶ ἀπήγγελλε σαφέστερον τὰ περὶ βασιλέως καὶ ὡς εἴη παρεσκευασμένος ἐπανήκειν ἅμα στρατιᾷ ὀλίγῳ ὕστερον. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ πρὸς Κράλην πέμψας, ἐδήλου τε ὅτι ἥξει ναυσὶ πρὸς τὴν Μακεδονίαν καὶ ὡς βούλοιτο συντυχεῖν αὐτῷ, συνθήκας ποιησόμενος, αἳ μάλιστα ἔσονται αὐτῷ καθ' ἡδονήν. Κράλης δὲ περὶ τῆς συντυχίας πρότερον ἐρόμενος, εἰ ἐπιτρέπει, βασιλέα, ὡς οὐκ ἐκώλυεν, ἀλλὰ μᾶλλον ἐνεδίδου, πρὸς Ἀμφίπολιν συντέθειτο ἀλλήλοις συντυχεῖν, ὁ μὲν ναυσὶν ἐκ τῆς θαλάττης, ἵππῳ δὲ ὁ Κράλης ἐξ ἠπείρου. σκοπὸς δὲ ἦν τῆς συντυχίας ἀμφοτέροις, Κράλῃ μὲν, εἰ δύναιτο Ἀπόκαυκον τὸν μέγαν δοῦκα ζωγρεῖν, ἀμυνομένῳ τοῦ πρὸς βασιλέα ἕνεκα πολέμου· Ἀποκαύκῳ δὲ, ὥστε Κράλην πείθειν, πόλεμόν τε μὴ πρὸς αὐτὸν κινεῖν, Παλαιολόγον 2.324 Ἀνδρόνικον τὸν γαμβρὸν βουλόμενον βασιλέα Ῥωμαίων ἀπο2.324 φαίνειν, καὶ βασιλέα εἴργειν Καντακουζηνὸν καὶ μὴ ἐᾷν εἰς τὴν Ῥωμαίων ἐπανήκειν, κώλυμα ἐσόμενον γαμβρῷ πρὸς τὴν ἀρχήν· τῶν ἄλλων γὰρ οὐδένα ἐποιεῖτο λόγον. τοῦτο μὲν οὖν, εἴτε ἀληθῶς ἐβούλετο ὁ μέγας δοὺξ, εἴτε μὴ, φανερὸν οὐκ ἐξεγένετο, τοῦ περὶ ταῦτα διακονουμένου καὶ τὰ ἀπόῤῥητα συνειδότος Χρέλη πρότερον