307
τῆς ̓Ιταλίας ἐξέπεσον. οἱ μὲν γὰρ υπατοι τῷ ̓Αννίβᾳ καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκεν, ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ῃδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ετι διαλλαγάς, ωστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ' ̓Αννίβαν ἐκ τῆς ̓Ιταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ινα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν αλλοτε αλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ παρ' αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ' εὐλόγου δή τινος σκήψεως, αλλως τε καὶ οτι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ' ηλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ ̓Ασδρούβου πολλαχόθεν αμα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ, ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οι τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε ̔Ρωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ιπποι καὶ ανθρωποι. οἱ ̔Ρωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν επαθον, ἡμέρας δ' ἐπιφαυσάσης Ιβηρες αρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν. Εὐθὺς ουν ̓Ασδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οικαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων 2.286 Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάϊον ἀντέταξε Λαίλιον, αὐτὸς δ' ἐπὶ τοὺς Καρχηδονίους ηλασεν. οἱ δ' αυ Καρχηδόνιοι πρὸς τὸ ερυμα τῶν ̔Ρωμαίων, ῳ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ο ἀπετίθεντο πάντα, ναῦς επεμψαν, ινα η αὐτὸ αἱρήσωσιν η ἀφ' ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ εσχεν ουτως· μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἱ ̔Ρωμαῖοι, τῇ δ' ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν ̔Ρωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ' ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ' ἀναπλεύσαντες οικαδε τὸν ̓Ασδρούβαν ἀπεχειροτόνησαν, Αννωνα δέ τινα ἀνθείλοντο. κἀκ τούτου Αννων μὲν στρατηγὸς ην, ἐκεῖνος δὲ καθ' ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν ̓Ιβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. καν ἐξειργάσατό τι, εἰ μὴ οι τε μάντεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἱ μὲν προκαταληφθέντες ἐκολάσθησαν, καὶ ὁ Σκιπίων αυθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν γῆν αὐτῶν ἐδῄου, Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον· ειτα ὑπερέσχον οἱ ̔Ρωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν, καὶ τὸν Σύφακα ειλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ενδον δεδεμένον αὐτὸν ἐπιδείξαντες. 2.287 Ην δ' ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν "εχω μὲν Σύφακα" ειπε "τὸν ἀφαρπάσαντά σε, εχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος γέγονας, ἐμὲ σύμμαχον εχουσα." ταῦτ' εἰπὼν εγημεν αὐτὴν παραυτίκα, προκαταλαβὼν τοὺς ̔Ρωμαίους, μή πως αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. ειτα καὶ τὰς αλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ηλθον αγοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ ος ἰδὼν αὐτὸν δεδεμένον οὐκ ηνεγκεν, ἀλλὰ τῆς παρ' αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ελυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ηγε. καί ποτε ηρετο "τί σοι δόξαν ἐπολέμησας ἡμῖν;" ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο αμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα