307
βαρυτόνων μελλόντων γινόμενα διὰ τοῦ ˉι γράφεται, η διὰ τοῦ ˉο μικροῦ, ἐνίοτε δὲ καὶ διὰ τοῦ ˉε ψιλοῦ. οιον· στήσω, Στησίχορος· πράξω, Πραξιφάνης· μίξω, μιξόθριξ· πέρσω, Περσεφόνεια. ουτως ουν καὶ οἰδήσω οἰδησίπους καὶ ἐν συγκοπῇ οἰδίπους. ουτω Θεόγνωστος. Οιαγροσ. κύριον. omicron.1430 Οἰβάδησ· Οιβαλος· Οἰβάλης· Οἰβάρης· Οἰβῆλος· Οἰβώτας. ὀνόματα κύρια. Οἰετέασ. κύριον. Οι ἑ. οιτινες αὐτόν· τοῦτο γὰρ σημαίνει τὸ ε. ̓Οϊζυρόσ. ἐπίπονος, αθλιος, ταλαίπωρος, χαλεπὸς, αψυχος. καὶ ὀϊζὺς ἡ ταλαιπωρία. παρὰ τὸ ιζω, τὸ κάθημαι, γίνεται ἰζὺς, ὡς ηδω ἡδύς· καὶ μετὰ τοῦ ˉα τοῦ δηλοῦντος τὸ κακὸν γίνεται ἀϊζὺς, ἡ κακῶς καὶ δυστυχῶς ἱζάνουσα τοῖς ἀνθρώποις· καὶ τροπῇ τοῦ ˉα εἰς ˉο ὀϊζύς· ὡς αρχω, ορχαμος. ἐκ δὲ τοῦ ὀϊζὺς γίνεται ὀϊζύω καὶ ἐξ αὐτοῦ ὀϊζυρός. ὁ δὲ ̓Απολλώνιος λέγει, οτι εστιν οι ἐπίῤῥημα σχετλιαστικὸν η θρηνητικόν. ἐκ τούτου γίνεται οιζω, ὡς λίαν λιάζω καὶ αι αἰάζω. ἐκ δὲ τοῦ οιζω γίνεται ὀϊζύω κατὰ διάλυσιν, καὶ ὀϊζυρός. Οικτοσ. ὁ ελεος, η τὸ ευ τι δρᾶσαι τὸν πεπονθότα. Οικτιστοσ. ἐλεεινός. Οἰκτρόσ. ἐλεεινός. Οἰκτίρμων. ἐλεήμων. Οἰκουρόσ. ὁ φροντίζων τοῦ οικου. Οἰκότριψ. ὁ οἰκογενὴς δοῦλος. Οἰκῆασ. οἰκέτας, δούλους. οιμαι ἀπὸ τοῦ οἰκεὺς, ὡς ̓Αχιλῆας ἀπὸ τοῦ ̓Αχιλλεύς. Οἰκέτησ. ὁ δοῦλος. Οικοσ. παρὰ τὸ εικω, τὸ ὑποχωρῶ· εἰς ον χωρούμεθα. Οἰκειακόσ. ὁ οἰκεῖος. οἰκιακὸς δὲ, ὁ ἐν τῷ οικῳ, ˉι. Οιμοσ. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. Οἰνόφλυξ. μέθυσος, ὁ εἰς τὸν οινον ὁρμῶν. φλύειν γὰρ τὸ ὁρμὴν εχειν πρός τι. omicron.1431 Οινοσ. εστιν υδωρ ἀπ' ἀμπέλου πεποιημένον. οινους τις ων, ὁ οἰήσεως καὶ πλάνης αιτιος τοῦ νοῦ γινόμενος. Οἰνοχόοσ. ὁ πιγκέρνης. Οιοσ. ὁ μόνος. παρὰ τὸ ιος, ο σημαίνει τὸ αὐτό· πλεονασμῷ τοῦ ο οιος. Οἰσοφάγοσ. ὁ λαιμὸς η ετερόν τι ἐντὸς τοῦ λαιμοῦ ουτω καλούμενον. ἀπὸ τοῦ οιω, τὸ κομίζω. Οἰστόσ. φορητὸς, εὐκόμιστος. ἀπὸ τοῦ οιω, τὸ κομίζω. οἰστὸν αχθος ἐπωμάδιον φέροντες. Οιστροσ. ἐρεθισμὸς, πύρωσις. η ζωΰφιόν τι τοὺς βόας ἐρεθίζον ἐν τῷ καύσωνι. οιστρος καὶ ἡ μανία. Οἰστροπλῆγα. τῇ μανίᾳ πεπληγμένον. ̓Οϊστόσ. τὸ βέλος. παρὰ τὸ ιημι, τὸ πέμπω, γέγονεν ὀϊστὸς, πλεονασμῷ τοῦ ˉο. η παρὰ τὸ οισω, τὸ φέρω, γέγονεν ὀϊστὸς καὶ οἰστὸς, ἐξ ου καὶ τὸ ὀϊστεύων. Οιτοσ. θρῆνος· μόρος· θάνατος. παρὰ τὸ οι καὶ μοὶ στεναγμοῦ ἐπιῤῥήματος. η παρὰ τὸ οισω οἰστὸς καὶ οιτος. ̓Οΐων. τῶν προβάτων. ̓Αρίσταρχος καὶ Πτολεμαῖος ὁ ̓Ασκαλωνίτης δισυλλαβεῖ, ὡς αἰγῶν, ̓Αριστόνικος δὲ τρισυλλαβεῖ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιῆ τὴν αἰτίαν ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· λέγει γὰρ, οτι ἡ εὐθεῖα μόνη ἐστὶν οις. ἀλλ' οὐδέποτε ὁ ποιητὴς μονοσύλλαβον ειπε τὴν εὐθεῖαν, ἀλλὰ δισύλλαβον. οιον· τοῖσι δ' οϊς- omicron.1432 καὶ τὰς πλαγίους, εἰ μὴ κωλύει κατὰ μέτρον, κατὰ διάστασιν, οϊος καὶ οϊν καὶ οϊες. ενεκα δὲ μέτρου -οἰὸς ἀώτῳ. τουτέστι προβάτου ανθει ητοι ἐρίῳ. καὶ αλλως τὸ οϊς δισύλλαβον ἀναλογώτερόν ἐστι τοῦ μονοσυλλάβου. πολλὰ γάρ εἰσι λήγοντα ἐπ' εὐθείας εὑρεῖν εἰς τὸ ˉιˉς, οὐδὲν δὲ εἰς τὸ ˉοˉιˉς, εἰ μὴ μόνον τὸ οις παρὰ ̓Αττικοῖς, καὶ τὸ φθοῖς. Οἰωνοσκόποσ. ὁ δι' ὀρνέων μαντευόμενος· οἰωνοὶ γὰρ τὰ ορνεα. Οἰωνόβρωτοσ. ὑπὸ ὀρνέων βρωθείς. Οἰωνόσ. ὁ γύψ. παρὰ τὸ οιω, τὸ μονῶ, γέγονεν οἰωνός· φασὶ γάρ τινες, οτι χωρὶς μίξεως πεφύκασι πολλάκις τίκτειν ἐξ ἀνέμου θερμασίας καὶ τῶν τοῦ ἡλίου ἀκτίνων. Οἰηματίασ. ὁ κενόδοξος. ἀπὸ τοῦ οιεσθαι ειναί τις. Οἰκουρόσ. οἰκονομικός. οἰκουροὺς ἀγαθὰς ὑποτασσομένας ἰδίοις ἀνδράσιν, ινα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. (Θηλυκόν.) Οἰάγρα. πόλις. Οἰαξίσ. χώρα. Οια. ἡ ὁποῖα. Οἰβωνία. τόπος. Οἰδήσεισ. αἱ φλεγμοναί. Οιησισ. επαρσις. κενοδοξία. ̓Οϊζύσ. ἡ κακοπάθεια. καὶ ὀϊζύω, τὸ ταλαιπωρῶ. omicron.1433 Οἰκονομία. κυρίως μεγέθους συγκατάβασις. τὸ τῆς οἰκονομίας μυστήριον. Οἰμωγή. ὁ θρῆνος. παρὰ τὸ οιμοι. Οιμοσ. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. Οιμη. ἡ ᾠδή. παρὰ τὸ ἐν ταῖς οιμαις, τουτέστι ταῖς ᾠδαῖς, ψάλλεσθαι. οιμη καὶ ἡ ῥάβδος ἡ ὁρμῶσα εἰς εὐθὺ ἐν τῷ φύεσθαι. Οἰνοφλυγία. ἡ μέθη. Οισχη. ἡ αμπελος. Οἰσύα. ειδος δένδρου. καὶ οἰσυΐναις ῥάβδοις, ο ἐστι συκομοραίαις. Οἰκτέα. ἐξοχή. Οιτη. ορος. omicron.1434