307
ἀῤῥωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτω ἀπελεύσεται. Καὶ τίς ἡ περισσεία αὐτοῦ ᾗ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει, καὶ ἐν πένθει, καὶ ἐν παροξυσμῷ, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χολῷ.» «Πατέρες ἡμῶν καὶ οἱ προφῆται ποῦ εἰσι; μὴ τὸν αἰῶνα ζήσονται;» «Μία πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδός τε ἴση.» «Ἐν πᾶσι τοῖς ἔργοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσῃς.» «Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐκ ἀπεκαλύφθη σοι.» «Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων.» «Μὴ εὐλαβοῦ κρῖμα θανάτου. Μνήσθητι προτέρων σου καὶ ἐσχάτων· τοῦτο κρῖμα παρὰ Κυρίου πάσῃ σαρκί· καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; Εἴτε δέκα, εἴτε ἑκατὸν, εἴτε χίλια ἔτη· οὐκ ἔστιν ἐν ᾄδῃ ἐλεγμὸς ζωῆς.» 96.437 «Ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.» «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι. Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξουσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκῆτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Προσήκει τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται, ἡνίκα ἂν ἐκλείπωσιν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ πάντοθεν καὶ θλίψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων, ὅτε τῷ πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμήχοντος, καὶ στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ, ὡς παραφροσύνη καταφρονήσεται. Ἴσως καὶ ἰατρὸς ὑπισχνεῖται ὥρας, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον· ὁ δὲ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπείγουσιν. Τίς ὁ ἐξαιρούμενος; Θεὸς ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε; σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει; καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ. Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· ὁ ἐφεδρεύων τῷ κλήρῳ, ἕτοιμος, πάντα πρὸς τὸ αὐτοῦ χρήσιμον διοικούμενος. Ἄπρακτος ὁ ποιῶν τὰ βουλεύματα. Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε εἰρήνην, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύσω τὴν ἐντολήν· ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος, κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ, μήτε γράμματι σημᾶναι τὴν γνώμην. ∆ιδάσκει ἡμᾶς ὁ Κύριος, μὴ καταμελεῖν τῶν ἀναγκαίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀναμένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι διὰ τοῦ ἔχειν ἐν ταῖς λαμπάσι τὸ ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ, διὰ τὸ 96.440 ἀνέτοιμον αὐτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἠλλοτριώθησαν. Οὐ φιλοπονεῖς περὶ σεαυτὸν, ἄνθρωπε; Οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποτίθεσαι τὰς τοῦ μέλλοντος ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέψας, ὃς ἐν τῷ θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυρίζει· καὶ οὐχ ᾧ μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίαν παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμείοις; Μακαρία ψυχὴ, ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα, ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθ' ἣν πᾶσα ἡ κτίσις