1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

307

ἐποιησά μεθα. 80.1925 ιθʹ, κʹ. "Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Οὐχ ἁπλῶς δὲ, τοὺς ἄλλους παραλιπὼν βασιλέας, τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοσδότου νίκης ἀναμιμνήσκων· ἐπὶ ῥώμῃ γὰρ οὗτοι, καὶ δυ ναστείᾳ, καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ, διὰ τὸ τοῦ σώματος μέγεθος ἐννέα μὲν πήχεις τὸ μῆκος, πέντε δὲ τὸ εὖ ρος ἐχούσῃ. καʹ, κβʹ. "Καὶ δόντι τὴν γῆν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Κληρονομίαν Ἰσραὴλ δούλῳ αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἅπαντας γὰρ ἐκείνους θανάτῳ καταναλώσας, τὸν Ἰσραὴλ δεσπότην τῆς ἐκείνων ἐπέφηνε γῆς. κγʹ, κδʹ. "Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Μέμνηται τούτων καὶ ὁ μακάριος Μωσῆς· "Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Καὶ αἰχμαλώτους δὲ πάλιν γενο μένους ᾤκτειρε, καὶ εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν." κεʹ. "Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀπὸ τῆς μερικῆς προνοίας πάλιν ἐπὶ τὴν καθόλου μετέβη, τὴν περὶ πάντας τοῦ Θεοῦ κηρύττων κηδεμονίαν. Οὐ γὰρ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἀλόγοις τὴν κατάλληλον προσφέρει τροφήν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "Ἀποβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἃ οὔτε σπείρει, οὔτε συνάγει εἰς ἀποθή κας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά." κʹ. "Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πάντων μὲν Θεὸς ὁ Θεός· πάντων γάρ ἐστι ποιητής· οὐρανοῦ δὲ κυρίως χρη ματίζει Θεὸς, ὑπὸ τῶν ἐν οὐρανῷ διαιτωμένων ἀγγέ λων θεραπευόμενος· ἐκεῖνο γὰρ τὸ χωρίον καθαρὸν ἁμαρτίας.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛʹ ΨΑΛΜΟΥ. Οὗτος ὁ ψαλμὸς ἀνεπίγραφος παρ' Ἑβραίοις· θρασὺ δέ τινες πρᾶγμα

τετολμηκότες ἐπέγραψαν, "Τῷ ∆αβὶδ διὰ Ἱερεμίου·" καὶ προσέθεσαν τὸ, "Ἀνεπίγραφος παρ' Ἑβραίοις." Καὶ αὐτὸ δὲ τὸ πλάσμα τῆς ἐπιγραφῆς κηρύττει τῶν ἐπιγεγραφό των τὴν ἄνοιαν. Ἱερεμίας γὰρ οὐκ εἰς Βαβυλῶνα μετὰ τῶν δορυαλώτων ἀπήχθη, ἀλλ' ὀλίγον ἐν τῇ Ἱε ρουσαλὴμ διάγων χρόνον, ὑπὸ τῶν παρανόμων βιασθεὶς Ἰουδαίων, τῆς εἰς Αἴγυπτον αὐτοῖς ὁδοῦ κε κοινώνηκε· πῶς τοίνυν ἁρμόττει τῷ Ἱερεμίᾳ λέγειν, "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν 80.1928 καὶ ἐκλαύσαμεν;" Ὅτι μὲν οὐδαμῶς ἐκείνῳ τῷ προφήτῃ προσήκει, δῆλον ἐκ τῶν εἰρημένων. Σα φὴς δὲ ὅμως τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Οἱ γὰρ ἀπ αχθέντες αἰχμάλωτοι, καὶ τῆς ἐπανόδου τετυχηκότες, διηγοῦνται τὰ ἐν Βαβυλῶνι συμβεβηκότα. αʹ. "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσα μεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών." Οἱ ἀθυμοῦντες εἰώθασι τὰ ἐρημότερα κατα λαμβάνειν χωρία, κἀκεῖ τὰς οἰκείας ὀλοφύρεσθαι συμφοράς. Καὶ οὗτοι τοίνυν ταῖς ὄχθαις τῶν ποταμῶν προσκαθήμενοι, καὶ τῆς μητροπόλεως αὐτῶν λογι ζόμενοι τὴν ἐρημίαν, πολλὰ προέχεον δάκρυα, τῶν ποταμῶν μιμούμενοι ῥεύματα. βʹ. "Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν." Ἄχρηστα γὰρ αὐτοῖς ἦν παντε λῶς, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ τὴν λειτουργίαν πληροῦν. γʹ. "Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύ σαντες ἡμᾶς, λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών." Ἐπιτωθάζοντες ἡμῖν, καὶ ταῖς ἡμετέραις ἐπεμβαίνοντες συμφοραῖς, ᾄδειν ἡμῖν ἐκέλευον, καὶ ταῖς ἡμετέ ραις αὐτοὺς καταθέλγειν ᾠδαῖς, οὐχ ἵνα ἐντεῦθέν τινα λάβωσιν ὠφέλειαν, ἀλλ' ἵνα γελάσωσι τὰ ἡμέ τερα. δʹ. "Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλο τρίας;" Ἡμεῖς δὲ τοῦ προστεταγμένου τὸ παράνο μον εἰδότες, οὐκ εἴξαμεν τοῖς κελεύουσιν· ἔλεγχος δὲ ταῦτα Ἰουδαίων τῶν παρανόμων, πληροῦν σπου δαζόντων τὸν νόμον,