307
υἱὸν τοῦ θεοῦ ἄνθρωπον· καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν ἁγίαν εἰκόνα μὴ προσκυνεῖν αὐτὸν ἀποδέδεικται, κἂν ὁμολογῇ προσκυνεῖν· ἡ γὰρ τῆς εἰκόνος αὐτοῦ τιμὴ ἐπ' αὐτὸν διαβαίνει, ὥσπερ καὶ ἡ ἄρνησις αὐτῆς εἰς αὐτὸν τὴν ἄρνησιν ἀναπέμπει. Ἐπεὶ οὖν, ὡς μανθάνω, οὕτως καὶ αὐτὸς πέποιθας καὶ διὰ τοῦτο στέλλῃ τῆς κοινωνίας τῶν εἰκονομάχων, χαίρω καὶ συγχαίρω σοι, εὐχαριστῶ καὶ συνευχαριστῶ σοι ὅτι ὁρᾷς τὴν ἀλήθειαν, καίτοι ὀψιμαθὴς ὢν καὶ ἀρτιγέννητος υἱὸς θεοῦ. καὶ μή τοι θαυμάσῃς ὅτι καὶ ἐν χριστιανοῖς εἰσέρχεται πλάνη· ὅπου γὰρ ἡ σωτηρία, ἐκεῖ τρέχει ὁ δράκων διάβολος ποιῆσαι ἀπώλειαν, καὶ τοῦτο δι' ἑνὸς ἀνθρώπου τοῦ ἐξουσιάζοντος. ἄρτι γὰρ ἡ πλάνη ταύτη ἐπεισήχθη ἐν τοῖς χριστιανοῖς, ἐπεὶ ἐξ αἰῶνος ἡ Χριστοῦ εἰκών, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων αὐτοῦ. Ταῦτά σοι, δέσποτα τιμιώτατε, ὡς παρὰ θεοῦ κινηθείς, κἂν ἁμαρτωλός εἰμι, ἐφθεγξάμην πρὸς βεβαίωσιν τῆς πίστεώς σου, πρὸς σύμβολον ἀγαπήσεώς σου, ἐπειδὴ σὺ ἀδελφὸς ἡμέτερος καὶ οὐ ξένος, καθὼς εἴρηκας. εἰ δὲ ξένος τοῦ κόσμου, εὖ ἂν ἔχοι· καὶ ἡμεῖς γὰρ οἱ ταπεινοὶ τὸ αὐτὸ ἔχομεν καὶ διὰ τοῦτό ἐσμεν ἀπορρεριμμένοι ἐνταῦθα διὰ τὸν λόγον τοῦ θεοῦ. καὶ μακάριος εἶ, πιστεύων εἰς Χριστὸν ὀρθῶς καὶ πάντα δεύτερα ὑπὲρ αὐτοῦ ἡγούμενος. ἰδέσθαι δὲ ἀλλήλους δύσκολον διὰ τὴν ἐξουσίαν, εἰ μή τι θεὸς κελεύει καθ' ὃν οἰκονομήσει τρόπον. μεμνῆσθαί σου δὲ οὐ διαλειψόμεθα καὶ ἀγαπᾶν σε ὡς ἀδελφὸν ἡμῶν· ὅν ποτε οὐκ ἐγνωρίσαμεν ἀπὸ σαρκὸς καὶ αἵματος, νῦν δὲ ἀπὸ τοῦ Ἁγίου Πνεύματος ἔχομεν ὡς σύγγονον, ἀποτεχθέντες ἀμφότεροι ἐκ μητρὸς τῆς υἱοθετικῆς, κολυμβήθρας τοῦ βαπτίσματος. εἰρήνη σοι, φίλε καὶ ἀδελφὲ καὶ δέσποτα, εἰρήνη καὶ τῷ οἴκῳ σου καὶ πᾶσι τοῖς διαφέρουσί σοι ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἀμήν. 480 {1Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς. Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου, ἠγαπημένοις ἀδελφοῖς μου καὶ πνευματικοῖς υἱέσιν, τοῖς διὰ Κύριον ὧδε κἀκεῖσε διεσπαρμένοισ}1 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ χαρισαμένου ὑμῖν τὸν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ διωγμόν· ὅς, εἰ καὶ λυπηρὸς κατὰ σάρκα, ἀλλὰ χαροποιὸς κατὰ πνεῦμα· μακαρισμῶν γὰρ θεολέκτων αἴτιος καὶ στεφάνων αἰωνίων πρόξενος. οὗ χάριν κἀγὼ ὁ εὐτελὴς χαρᾷ χαίρω καὶ ἀγαλλιάσει ἀγαλλιῶμαι, ὅτι ἠξίωμαι τοὺς ἐμοὺς ἀγαπητοὺς ἰδεῖν ἐν τοιαύτῃ προκοπῇ, ἐν τηλικούτῳ βαθμῷ τῆς καλῆς ὁμολογίας, ἣν ὡμολογήσαμεν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, προσκυνεῖν Χριστὸν ἐγγεγραμμένον, ἤγουν ἐξεικονισμένον, καθὼς πάντες οἱ ἅγιοι πατέρες ἡμῶν. μόνον παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ὑμᾶς πολιτεύεσθαι, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν οἷς διατρίβετε καὶ τόποις καὶ προσώποις, τὸν λόγον ἐν χάριτι ἅλατι ἠρτυμένον, τὴν ἕξιν εὐλαβείᾳ μεμεστωμένην, τὴν βρῶσιν καὶ τὴν πόσιν αὐταρκείᾳ τετηρημένην, τὸ ἔνδυμα καὶ βάδισμα συνέσει τεθεωρημένον, ὡς ἂν φωτισμός ἐστε τῶν λαϊκῶν, ἀλλὰ μὴ τοὐναντίον, ὑπόθεσις θείας ἐξομολογήσεως, ἀλλὰ μὴ τοὐναντίον. ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διοικοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ, καθὼς γέγραπται. εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ, ἀλλὰ μὴ ματαιολογίας· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἀλλὰ μὴ καθ' ὑπερηφανίαν· εἴ τις ἐργάζεται, ταῖς ἰδίαις χερσὶν πρὸς τὸ μὴ ἐπιβαρὴς εἶναι, ἀλλὰ μὴ ὡς ἀργὸς κατακρινόμενος καὶ τοῦ ἐσθίειν· εἴ τις ἐν πᾶσιν κατ' ἐντολὴν πράσσει, ὡς ἐργάτης θεοῦ, ἀλλὰ μὴ κατὰ σκάνδαλον γιγνόμενος τοῦ πέλας, ἵνα ἐν πᾶσι δοξάζηται ὁ θεὸς κἀγὼ ὁ τάλας ἀκούων εὐθυμῶ καὶ χαίρω. Βλέπετε τοὺς κακοὺς συνδυασμούς, βλέπετε τὴν ὀλεθρίαν παρρησίαν, βλέπετε τὴν πορνοποιὸν ἀδηφαγίαν· μή τις μετὰ γυναικὸς ὁμιλείτω ἄνευ ἀνάγκης, μή τις μεμονωμένος καθεζέσθω, μή τις φιλαργυρείτω, κέρματι κέρμα προστιθεὶς καὶ αὔξων χρυσίον, ἐν ᾧ ῥιζοῦται ἡ ἁμαρτία καὶ ἡ μερὶς τοῦ Ἰούδα. μή τις ἀπεμπολείτω τὴν