Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCVII.
Without address.
[A request to mediate between two litigants.]
ΑΝΕΠΙΓΡΑΦΟΣ
[1] Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. Τὸ δὲ αἴτιον ἄνοια καὶ σκαιότης τρόπων οὐ προσέχουσα ταῖς παρ' ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ τοῖς ὑποπίπτουσι λογισμοῖς. Ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. Ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ οὐκ ἔστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλ' ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. Ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο τοίνυν ὑπομένει τὸ πάθος ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. Δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθεὶς οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπ' ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν καὶ αἱρεῖται πολλὰ ζημιωθεὶς ὀλίγα κερδᾶναι. Αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα καὶ γινόμενος αὐτοῖς ἀντ' ἐκείνου δικαστής. Εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.