308
ἀποθανόντος. πρὸς γὰρ τὸν Ἀνδρονίκου τοῦ γαμβροῦ πατέρα ἐν Φεραῖς ὁ μέγας δοὺξ τὰ τοιαῦτα διά τινων τῶν μάλιστα εὐνουστάτων ἀπαγγέλλων, κἀκείνου Χρέλῃ διαλεγομένου περὶ Μελενίκον διατρίβοντι καὶ δι' ἐκείνου τὰς Κράλη λαμβάνοντος ἀπολογίας, αὖθις ὁ μέγας δοὺξ ἐπυνθάνετό τε περὶ ὧν ἐδεῖτο, καὶ ὅσα ἦν κατὰ γνώμην αὖθις ἀπεκρίνετο. Κράλης δὲ ὡς ἀληθῶς τοιαύτην διεβεβαιοῦτο πρὸς Καντακουζηνὸν τὸν βασιλέα τὴν μεγάλου δουκὸς ἀξίωσιν εἶναι, καὶ ἐβουλεύετο, ὅ,τι δέοι πρὸς ταῦτα ἀποκρίνεσθαι, βασιλεύς τε μὴ κωλύειν συνεβούλευεν, ἀλλὰ μᾶλλον καὶ συμπράττειν, ἵνα μᾶλλον ὁ περὶ αὐτὸν Ἀποκαύκου φθόνος γίνοιτο φανερὸς, καὶ ὡς οὐκ εὐνοίᾳ τῇ πρὸς βασιλίδα καὶ βασιλέα τὸν υἱὸν τὸν ἐμφύλιον κινοίη πόλεμον, ἀλλ' αὐτῷ τὴν Ῥωμαίων ἐκ παντὸς τρόπου περιποιούμενος ἡγεμονίαν. Κράλης μὲν οὖν ἅμα βασιλεῖ τῷ Καντακουζηνῷ, ἐν τοῖς Ἀλμυροῖς προσαγορευομένοις λάκκοις ἐστρατοπεδεύετο ἐλθὼν καὶ περιέμενε τὸν εἰς Ἀμφίπολιν τοῦ μεγάλου δου 2.325 κὸς κατάπλουν ὡς ἐκεῖσε συνεσόμενος. ἐν Βυζαντίῳ δὲ οἱ μὲν ἄλλοι τῶν εὐγενεστέρων καὶ μάλιστα ἐν λόγῳ, Καντακουζηνισμὸν ὑπὸ μεγάλου δουκὸς ἐπικληθέντες, δεσμωτήριά τε ᾤκουν καὶ οὐδεμιᾶς ἀπείρατοι κακοπραγίας ἦσαν. τῶν δὲ αὐτῷ συναραμένων πρὸς τὸν πόλεμον καὶ πεπεικότων βασιλίδα, ὡς ἐπιβουλεύοιτο παρὰ Καντακουζηνοῦ τοῦ βασιλέως, τῶν μὲν ἤδη παρήπτετο μετρίως καὶ καθῄρει τῶν ἀρχῶν, ἀφορμὴν παρέχων τῆς πρὸς αὐτὸν διαφορᾶς, ἵν', εἰ διαφθείρειε, μηδεμίαν μέμψιν ἔχοι, ὡς οὐ δικαίως ἀμύνοιτο αὐτοὺς, κακοὺς περὶ αὐτὸν γεγενημένους· τῶν δὲ ἔμελλεν. ἃ συνορῶντες καὶ αὐτοὶ καὶ πονηρὰν περὶ τῶν μελλόντων ἤδη ἔχοντες ἐλπίδα, ᾐσθάνοντο μὲν, ὡς σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις αἴτιοι κατέστησαν μεγάλων συμφορῶν, βοηθεῖν δὲ οὐκ εἶχον ἑαυτοῖς, πάντα ἤδη μεγάλου δουκὸς ὑφ' ἑαυτῷ πεποιημένου. Χοῦμνος δὲ Γεώργιος ὁ μέγας στρατοπεδάρχης, εἷς ὢν τῶν τὸν πόλεμον κεκινηκότων, βασιλίδι προσελθὼν, ἠρέμα κατεμέμφετο μεγάλῳ δουκὶ, ὡς εἰς οὐδὲν δέον τὰ κοινὰ καταναλίσκοντι καὶ πρὸς πόλεμον ἠπειρώτην στόλους ἐξαρτυομένῳ μηδὲν ὀνήσοντας. πρὸς τί γὰρ ὁ στόλος ἐναντιώσεται Καντακουζηνῷ, αὐτῷ τε παρὰ Τριβαλοῖς ὄντι καὶ ∆ιδυμότειχον κατέχοντι πόλιν μακρὰν θαλάσσης ᾠκισμένην; συνεβούλευέ τε μᾶλλον τῶν τοιούτων ἀπέχεσθαι ἀνονήτων δαπανῶν, πρός τινα δὲ χωρεῖν ἐπίνοιαν τοῖς ὅλοις πράγμασι συνοίσουσαν. τοῦτο δὲ εἶναι, εἰρήνην τίθεσθαι πρὸς Καντα 2.326 κουζηνὸν καὶ σπονδὰς, αἳ μάλιστα δόξειεν λυσιτελεῖν. τὸ γὰρ τοσούτου πολέμου πρὸς αὐτὸν κεκινημένου καὶ πάσης σπουδῆς εἰσενηνεγμένης, μηδὲν ἡμᾶς δυνηθῆναι πλέον, ἀλλ' ἐκεῖνόν τε ἀπαθῆ κακῶν καὶ πολλῆς εὐνοίας ἀπολαύοντα παρὰ τῷ Τριβαλῶν δυνάστῃ ἔτι διαμένειν, παρασκευαζόμενόν τε, ὡς ἀκούομεν, εἰς ∆ιδυμότειχον ἐπανήκειν μετὰ στρατιᾶς, τούς τε ἐν ∆ιδυμοτείχῳ μηδὲν ὑφεῖναι τῆς εἰς αὐτὸν εὐνοίας, μηδ' ὑπὸ τοῦ περιεστηκότος πολέμου πιεσθῆναι, ἀλλὰ μᾶλλον αὐτοὺς ταῖς κατὰ Θρᾴκην πάσαις πόλεσι κερβέρων εἶναι χαλεπωτέρους, πάντα διαφθείροντας ἄρδην καὶ ληϊζομένους, οὐ πρὸς ἡμῶν ἔμοιγε εἶναι φαίνεται οὐδὲ πρός τι τέλος λήξειν ἀγαθόν. διό μοι καὶ παραινεῖν ἐπῆλθε, τίθεσθαι τὴν πρὸς αὐτὸν εἰρήνην. νῦν μὲν γὰρ ὑπερόριος ἐν ἀλλοτρίᾳ διατρίβων καὶ τῆς παρ' ἑτέρων δεόμενος ἐπικουρίας, ἑτοίμως ἂν ὑπακούσειε πρὸς τὴν εἰρήνην, εἰ μέτρια αἰτοίημεν. εἰ δ' οἴκοι τε γένοιτο καί τινος εὐπορήσειε δυνάμεως, δέδοικα, μὴ δεομένων ἡμῶν ἀπαναίνοιτο αὐτὸς, οἷα δὴ βεβαίας ἤδη τοῦ περιγενήσεσθαι ἡμῶν ἐλπίδας ἔχων. βασιλὶς δὲ λόγον μὲν ἔχοντα εἶπε παραινεῖν, καὶ ὕστερον ὅ,τι ἂν δοκῇ λυσιτελεῖν κοινῇ σκεψαμένους πράττειν· τὸ δὲ νῦν ἔχον, τῆς δαπάνης ἤδη γεγενημένης καὶ τὸν μισθὸν ἐχόντων τῶν τριηριτῶν, δίκαιον ποιεῖσθαι τὸν ἀπόπλουν. ταῦτα δὲ αὐτῇ εἴρηται, ὅτι τε ἐπηγγέλετο ὁ μέγας δοὺξ, εἰ πρὸς Μακεδονίαν ἀποπλεύσειε, Καντακουζηνὸν ἄξειν δεσμώτην, ὡς παραδώσειν 2.327 ἐπαγγελομένου Κράλη, εἰ πρὸς αὐτὸν ἀφίκοιτο αὐτός· καὶ ὅτι πολλῶν ἤδη τῶν πρὸς βασιλέα Καντακουζηνὸν ὑπὸ τῷ τοῦ πολέμου χρόνῳ