308
γενέσθαι. τῷ γὰρ πατρὶ τῷ ̓Ασδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις, ωστε καὶ ακοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· "ἀλλ' οτι ὑπὸ γυναικὸς ἠπάτημαι, ἀξίαν εδωκα δίκην· εχω δ' ουν τι ἐν κακοῖς παραμύθιον, οτι ὁ Μασινίσσας αὐτὴν εγημε· πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει." ̔Ο δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο οτι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον ανευ τῆς αὐτοῦ γνώμης ουτω ταχέως εγημε, καὶ παραδοῦναι τοῖς ̔Ρωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ' εἰς τὴν σκηνὴν εφη τῇ Σοφωνίδι "εἰ μὲν οιός τ' ην τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον, προθύμως αν σου ὑπεραπέθανον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ενθα κἀγὼ καὶ απαντες ἀφιξόμεθα." καὶ ταῦτα εἰπὼν φάρμακον 2.288 αὐτῇ ωρεξεν. ἡ δὲ ουτ' ἀνωλοφύρατο ουτ' ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως "εἰ τοῦτό σοι," εφη "ανερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς αλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται, νεκρὸν αὐτὸ λαβέτω." καὶ ἡ μὲν ουτως ἀπέθανε, Σκιπίων δὲ τὸ εργον ἐθαύμασεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν αλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Αλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ εθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο. Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευσάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς εδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπῶν πρεσβείαν εἰς τὴν ̔Ρώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ ̔Ρωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ ειναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ ̓Ιταλίᾳ οντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. υστερον δέ, ἀπάραντος τοῦ τε ̓Αννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς ̓Ιταλίας ο τε ̓Αννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν, ἀλλὰ πρὸς τὸν οικοι πόλεμον ἐπειγόμενοι. Οἱ δ' ἐν τῇ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες, καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ ̓Αννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν ̓Αννίβαν πλησιάζοντα εμαθον, ἀνεθάρσησαν, καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν. κἀκείνου περὶ τούτου 2.289 αὐτοῖς ἐγκαλέσαντος, ουτε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο αν. οθεν καὶ ὁ Σκιπίων ἐν τούτῳ τῆς ψήφου τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἱ ουν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν ̓Ιταλίαν ἀνέπεμψαν, τὸν δ' ̓Αννίβαν αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν, τὸν Αννωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ' ̓Ασδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. ̓Αννίβας μὲν ουν πᾶσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς ̔Ρωμαίοις μάχεσθαι ἡτοιμάζετο· ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ μετεμέλοντο οτι μὴ ἐκώλυσαν τὸν ̓Αννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῇ Λιβύῃ συγκροτοῦντα αὐτὸν εμαθον, οὐ μετρίως αυθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ετερον τῶν ὑπάτων ἐπ' αὐτὸν επεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ τὴν τῆς ̓Ιταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ' οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν, ὑπὸ χειμῶνος ἐν ̓Ιταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. ειτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθεὶς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν ευκλειαν σφετερίσηται, τοῦ εαρος ἐπιλάμψαντος ἐπὶ τὸν ̓Αννίβαν ἐχώρησε, μαθὼν οτι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ ̓Αννίβας ὡς ῃσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ 2.290 εὐθὺς εἰς χεῖρας ηλθον, συχνὰς δ' ἡμέρας διέτριψαν, καὶ εκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ