308
περιστήσεται τῷ κριτῇ, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου, ὁ τοιοῦτος, ἢ οὐδὲν, ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. Ὧ δ' ἂν ἐναργὴς παρῇ τῶν ἀπαιτουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπίπτειν. Ἀνόνητα μεταγινώσκει τις ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων τῶν ἑαυτοῦ κριτὴς διὰ τὸ ἐκεῖ δικαστήριον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα, καλή τε καὶ θεοφιλὴς, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐντεῦθεν ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὸν καλοῦ γενομένη, ὅτε τοῦ ἐπισκοτοῦντος ἀποκαθαρθέντος, ἢ οὐκ οἶδα ὅ τι καὶ λέγειν χρὴ, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται, καὶ ἀγάλλεται, καὶ ἡδέως χωρεῖ πρὸς τὸν αὐτὸν δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφεύγουσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ' ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην. Ἔκδεξαι τὴν διάλυσιν, ὥσπερ προθεσμίαν ἀναγκαίας ἐλευθερίας, καὶ τοῦ ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεσθαι, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα τοῦ βίου λύσις. Τὸ γῆρας ἦλθεν, ἔξοδον κήρυξ βοᾷ· Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Βίου τὸ κέρδος, ἐκβιοῦν καθ' ἡμέραν. Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς θείας Γραφῆς τῆς λεγούσης, διὰ θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκκαλύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξω πράγματα, τῶν κατὰ γνώμην ἀντιλαμ 96.441 βάνεται, θυρίδας ἡ Γραφὴ προσηγόρευσεν· ἃς ὁδοποιεῖν τῷ θανάτῳ τὴν εἴσοδον ὁ λόγος φησίν. Ἑτοιμάζου πρὸς τὰ λυπηρὰ, καὶ κερδανεῖς τὰ πλείονα. Ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον· ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόγις οὕτως ἐστὶν ἀρχή.