308
καὶ ἔξω τῶν νενομισμένων χω ρίων ἐπιτελούντων τὰ νόμιμα. εʹ, ʹ. "Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ." Ταῦτα ὑπὸ τοῦ Προφήτου διδάσκονται λέγειν, ἵνα τὴν τῆς ἱερᾶς πό λεως ἄληστον ἔχωσι μνήμην, ἐν ταῖς ἐλπίσι τῆς ἐπ ανόδου ψυχαγωγούμενοι, τῶν ἀνδραποδισάντων μὴ μάθωσι τὴν ἀσέβειαν. Λέγουσι τοίνυν, ὅτι Οὐδὲ πόῤ ῥω σου τυγχάνων, ὦ Ἱερουσαλὴμ, λήθῃ τὴν μνήμην παραδέδωκα· εἰ δὲ τοῦτο ποιήσαιμι, τοῦτο πάθοι μι, καὶ τῆς ἄνωθεν βοηθείας μὴ τύχοιμι. Ταύτην γὰρ καλεῖ δεξιάν. "Ἐὰν μὴ προσανατάξωμαι τὴν Ἱερουσαλὴμ, ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου." Τὸ κεφάλαιον, φησὶ, τῆς εὐφροσύνης τὴν σὴν ἔχω θέαν, καὶ τὴν σὴν νεουργίαν, καὶ τὰς ἐν σοὶ πανηγύ ρεις. ∆ι' ἐκείνων γὰρ καρποῦμαι τὴν ἀληθῆ θυμηδίαν. ζʹ. "Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς." Ἐκ τοῦ Ἡσαῦ οἱ Ἰδουμαῖοι καταγόμενοι διέμειναν τὴν πατρῴαν δυσμένειαν ἔχοντες. Οὗτοι τῆς Ἱερουσαλὴμ ἐμπιπρα μένης καὶ καταλυομένης, ἔλεγον ἐφηδόμενοι· "Ἐκ 80.1929 κενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·" ἀντὶ τοῦ, Ἐκ βάθρων αὐτὴν ἀνασπάσατε, ὥστε μηδὲ αὐτὰ μεῖναι τῶν θεμελίων τὰ ἴχνη. ηʹ. "Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." Οὕτω παραδοὺς τῷ Θεῷ τῶν Ἰουδαίων τὴν κρίσιν, προλέγει καὶ τῇ Βαβυλῶνι τὸν ἐσόμενον ὄλεθρον. Ταλαίπωρον δὲ αὐτὴν, ὡς ἀθλίαν ἐσομένην, καλεῖ. Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ταλαίπωρος, ἡ προνενομευμένη εἴρηκεν. "Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν." Τί δὲ τοῦτό ἐστιν; θʹ. "Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν." Ἐπειδὴ γὰρ καὶ αὐτοὶ τοῖς αὑτῶν νηπίοις ὠμῶς ἐχρήσαντο, τὴν ἴσην αὐ τοῖς τιμωρίαν ὁ Προφήτης προείρηκε. Μακαρίζεται τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ' ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθε ρίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσ έταξε. ∆έχεται δὲ Θεὸς καὶ τοὺς ὀλίγους καρποὺς, καὶ τὰς μεγάλας ἀντιδόσεις παρέχει· οὕτω τοὺς δύο τῆς χήρας ὀβολοὺς ἀνεκήρυξεν.
ΕΡΜΗΝ. ΤΟΥ ΡΑΖʹ ΨΑΛΜΟΥ. αʹ. Τῷ ∆αβίδ. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ
Ἰουδαῖοι καταλύ σαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ. Ταῦτα τοίνυν ὁ θεῖος προαγο ρεύει ∆αβίδ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου." Οὐκ ἐγένοντο περὶ τὸν εὐεργέτην ἀχά ριστοι. Ἀλλ' ἱκετείαν προσενεγκόντες, καὶ βοηθείας τετυχηκότες, τοῖς δυνατοῖς τὰς εὐεργεσίας ἀμείβον ται, καὶ ὕμνους ὑπὲρ τῆς ἐπικουρίας προσφέρουσιν. "Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι." Μιμησό μεθα, φησὶ, τῶν ἀγγέλων τοὺς δήμους· καὶ καθάπερ ἐν τοῖς οὐρανοῖς ἐκεῖνοι χορεύοντες ὑμνοῦσι τὸν τῶν ὅλων Θεὸν, οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς γῆς τὴν πνευμα τικήν σοι μελῳδίαν προσοίσομεν. βʹ. "Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομο λογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου." Ἔσται δέ μοι ἀντὶ τοῦ οὐρανοῦ ὁ ἀφ ιερωμένος τῷ ὀνόματί σου νεώς. Ἐν ἐκείνῳ προσκυ νήσω σε, καὶ τὴν χαριστήριον δοξολογίαν ποιήσομαι, τὴν εἰς ἐμὲ φιλανθρωπίαν, καὶ τὴν κατὰ τῶν πολε μίων δικαιοσύνην ὁρῶν. Τῶν μὲν γὰρ, ὡς ἀδικούν των, ἀληθείᾳ χρησάμενος κατεψηφίσω τὸν ὄλεθρον· ἐμὲ δὲ τῷ σῷ ἐλέῳ διέσωσας. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου." ∆ιὰ πάντων γὰρ σεπτὸν τὸ ὄνομά σου· καὶ παρὰ πᾶσιν ᾄδεται τοῖς τὴν σὴν θεασαμένοις ἰσχύν. γʹ. "Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπ άκουσόν μου." Ταύτης τῆς εὐφροσύνης διηνεκῶς ἀπολαύειν ἀντιβολῶ. "Πολυωρήσεις με ἐν ψυχῇ μου 80.1932 δυνάμει σου." Τουτέστιν, Ἐν τῇ δυνάμει σου τὴν ψυχήν μου πολυωρήσεις, καὶ ψυχαγωγίας καὶ θάρ σους ἐμπλήσεις. Ὁ δὲ Σύμμαχος οὕτως, Συνέστης τῆς ψυχῆς μου δυνάμει. Πολλῆς με,