308
μοναχικὴν ἐλευθερίαν, κτώμενος ἀργυρώνητον δοῦλον· μέχρι γὰρ τοῦδε ἔφθασεν ἥ τινων πονηρία, δουλωθέντων τῇ προσπαθείᾳ καὶ ἀπολελωκότων τὸ μοναχικὸν ἀξίωμα. μή τις οἰνοφλυγείτω, ἀκούων τοῦ ἀποστόλου, ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας, ἀφ' ὧν ἀνάπτονται κατὰ τῆς ψυχῆς αἱ σαρκικαὶ ἐπιθυμίαι καὶ ἐμπυρίζεται ὁ οἶκος τοῦ θεοῦ, ὅστις ἐστὶν ὁ ἔσω ἡμῶν ἄνθρωπος. ἀλλ' ὡς ξένοι καὶ παρεπίδημοι ὦμεν, ὦ ἀδελφοί, ἕκαστος ἡμῶν ἐν τῷδε τῷ διωγμῷ ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς πτωχοί, πολλοὺς δὲ πνευματικῶς πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ τὰ πάντα κατέχοντες, ἀποστολικῶς εἰπεῖν. οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς ὑμᾶς τοὺς ποθητούς μου, ἡ καρδία μου καιομένη ἐν ὑμῖν ἐν Κυρίῳ, τὰ αἰσθητήριά μου μαιμάσσει με, ἡνίκα ἀκούσω ἀπευκτὴν ἀκοὴν ἐπί τινι, ἐπὰν μάθω ἐκτροπὴν θεομίσητον· οἱ ὀφθαλμοί μου κατάγουσι δάκρυα, ἡ ψυχή μου συντρίβεται, ὁπόταν παρὰ τὴν παράδοσιν καὶ κατάστασιν καὶ τὴν τῶν προειρημένων ἔκφανσιν περιπατῇ ὁ ἀφιλόθεος. Ἐξεληλύθατε, ὦ πατέρες, ἀπὸ τοῦ μοναστηρίου εἰς ὑψηλότερον φάος τοῦ διωγμοῦ· μὴ γὰρ εἰς ἐπισκότωσιν; διαιρέθημεν ἀπ' ἀλλήλων πνευματοκινήτως· μὴ γὰρ ἵνα περιπαθῶς ζήσωμεν; μὴ γὰρ ὁ θεὸς οὐχ ὁρᾷ; μὴ γὰρ οὐκ ἀκουστὸν γίνεται ἑκάστου τὸ ἔργον, ὅπως ἀναστρέφοισθε; οἱ τοὺς δούλους ἔχοντες ταῦτα ἀκούοιτε, οἱ μονοκάθιστοι, οἱ γυναικιζόμενοι, ἵνα μή τι πλέον λέγω, οἱ φιλάργυροι, οἱ φιλόγυροι. οὐχ ἑκὼν ὀνειδίζω, σύγγνωτε, ἀλλὰ πονῶν κατηγορῶ, ὡς εἰς τοῦτο κείμενος. πληρώσατέ μου τὴν χαράν, ὦ τέκνα, ἵνα τὸ αὐτὸ φρονῆτε, τῷ αὐτῷ στοιχῆτε κανόνι, ἀγαθὰ ὑποδείγματα καὶ ὑπομνήματα ἐναποσφραγίζοντες ταῖς ψυχαῖς τῶν ὁρώντων εἰς δόξαν θεοῦ, εἰς κλέος ὑμῶν ἄσβεστον, εἰς εὐφροσύνην κἀμοῦ τοῦ ἁμαρτωλοῦ, εἰς ἔπαινον τῆς ἀδελφότητος ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 481 {1Τῇ ἡγουμένῃ Ἰγνῶν}1 Ἀπεδεξάμην τὴν εὐλάβειάν σου, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἐφ' οἷς ἀπέστειλας δώροις καὶ ἐν αἷς διαθέσεσιν ὑπολαμβάνεις τὰ καθ' ἡμᾶς. ἀλλ' οὐ τοιοῦτοι ἡμεῖς· οἵ γε οὐδ' ἑαυτοῖς ἀρκοῦντες ἐν ἀγαθοῖς πῶς ἂν ἄλλοις μεταδοίημεν ἀγαθοειδοῦς διδασκαλίας; γένοιτο δὲ κατὰ τὴν πίστιν σου θεοπρεπῶς πολιτεύεσθαι, τὸν ἐν παρθενίᾳ βίον ἀμέμπτως διατελοῦσαν, οὐ μὴν ἀλλὰ καὶ τὸν τῆς προστασίας βαθμὸν ἀκατακρίτως περιέπειν· ἴσθι γὰρ ὡς πολύμισθον τὸ πρᾶγμα, ἀλλ' οὖν γε τοῖς μὴ προσέχουσι καὶ ἐπικίνδυνον, ψυχῶν ἄρχειν τῶν κατ' εἰκόνα θεοῦ πεποιημένων. Ὡς οὖν ἐν Κυρίῳ ἄρχουσα ἡγοῦ καὶ κατευοδοῦ τῆς ποίμνης σου, παντὸς ἀγαθοῦ προτύπωμα ἑαυτὴν τιθεῖσα, ἵνα ἀξιωθῇς εἰπεῖν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός· θεὸς γὰρ παραδέδωκέν σοι τὰς ψυχὰς δι' ἀποταγῆς καὶ αὐτῷ δεῖν σε αὐτὰς προσάξαι ὡς θυσίαν εὐπρόσδεκτον· κἀν τούτῳ πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς ὑπάρξει. δίδασκε αὐτάς, νουθέτει τὰ σωτήρια ἐντάλματα, ποθεῖν μόνον Χριστόν, ἀλλὰ μὴ σάρκας καὶ αἵματα, ἀκτημονεῖν, ἀλλὰ μηδὲν ἔχειν ἰδιόκτητον, ἀπροσπαθεῖν, ἀλλὰ μὴ φιλοϊδιάζειν πρὸς τοὺς ἀγχιστεύοντας, προθυμοεργεῖν, ἀλλὰ μὴ ὀκνηρῶς ἔχειν πρὸς τὴν ἄσκησιν· ἂν γὰρ οὕτως, ἀπαντήσει αὐταῖς ὁ νυμφίος Χριστὸς μικρὸν ὕστερον λαμπαδηφορούσαις καὶ ἀπαντηθήσεται περιχαρῶς, ἀσπάσεται καὶ ἀσπασθήσεται ἱεροπρεπῶς, ἀνοίξει αὐταῖς τὸν οὐράνιον καὶ ἀχειρότευκτον νυμφῶνα, δώσει αὐταῖς βασιλείαν οὐρανῶν, τρυφὴν παραδείσου, πόματα ἀθανασίας, γλυκάσματα ἀειζωίας, ἐνδύσει αὐτὰς περιβλήματα φωτοειδῆ, κοσμήσει κόσμοις ἀφθαρσίας, νυμφαγωγικοῖς διαδήμασιν, ἐμπλήσει τῶν ἀπείρων ἀγαθῶν εἰς αἰῶνας αἰώνων. ∆ιὰ ταῦτα καὶ σὺ κἀκεῖναι μοχθήσατε, διώξατε ἡμέρᾳ καὶ ἡμέρᾳ κατεργάζεσθαι τὴν ἑαυτῶν σωτηρίαν, ἀναψύχετε ταῖς ἐλπίσιν, σβεννύετε τὸ ἐπεισαγόμενον πῦρ παρὰ τοῦ ἐχθροῦ ἐν ψυχαῖς τῷ θείῳ ἔρωτι, ὅ τι ἂν ἄλλο