Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή. Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ' ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν. Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ' Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ' οὐκ ἦν παρ' αὐτοῖς ὁ ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν. Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ' ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πλη- θὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρό- πον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. 9Ἀλλ' ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε.9 Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ 70.841 ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτή- σαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας. Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεο- πνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισά- μενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλε- στάτους. Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστή- σεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέ- γων· "6Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην."6 Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολι- τείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθ- ιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδω- σιν, ἐπιγνῶσι δὲ καὶ δι' ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτο- μάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ' ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός. Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ' οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου,