309
γεγενημένων δυσχερῶν, καὶ τῆς τε μητρὸς δεσμωτηρίῳ ἐναποθανούσης, καὶ Ἀνδρονίκου τοῦ υἱοῦ πολὺν ἤδη χρόνον δεσμοῖς προσταλαιπωρήσαντος, καὶ ἄλλῃ κακώσει χρημάτων τε ἀπείρων ἡρπασμένων, καὶ πολλῶν ἀτόπων ἄλλων ἐφ' ὕβρει ἐκείνου εἰργασμένων, καὶ τῶν ἐπιτηδείων μάλιστα καὶ συγγενῶν τῶν μὲν αὐταῖς οὐσίαις συναπολωλότων, τῶν δ' ἐκ περιφανεστάτων καὶ πλουσίων ἀπόρων καὶ δεσμωτῶν κατεχομένων, οὐ ῥᾳδίως ἤλπιζε Καντακουζηνὸν τὸν βασιλέα πεισθήσεσθαι πρὸς τὴν εἰρήνην, ἀλλ' ἀμυνεῖσθαι παντὶ τρόπῳ, καὶ ἴσ' ἀντ' ἴσων ἀποδώσειν. ἃ ναρκᾷν αὐτὴν ἐποίει καὶ ἀποκνεῖν πρὸς τὸ βουλεύεσθαι περὶ εἰρήνης οἰομένην ἀνήνυτα πονεῖν. ἐπεὶ ὅτι γε πρὶν εἰς τοσοῦτον ἀτοπίας ἐξεληλακέναι καὶ πᾶσαν ὠμότητα καὶ ὕβριν τοὺς περὶ αὐτὴν ἐνδείξασθαι πρὸς βασιλέα, τῶν ἄλλων αὐτὴ μᾶλλον ᾑρεῖτο τὴν εἰρήνην, πολλὰ δείγματα ἐξενήνοχεν αὐτὴ πεισθεῖσα ἀκριβῶς, ὡς φθόνῳ τῷ πρὸς βασιλέα ὁ πόλεμος ἐκινήθη τὴν ἀρχὴν, ἀλλ' οὐκ ἐκεῖνος ἐπεβούλευεν αὐτῇ καὶ τοῖς παισὶν, ὡς οἱ συκοφάνται κατηγόρουν. τότε δ' οὖν ὅμως τὴν περὶ τῆς εἰρήνης ὑπερέθετο διάσκεψιν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ ἐφωπλισμέναι ἦσαν αἱ τριήρεις, ἀπέπλευσεν εἰς Ἀμφίπολιν, τὸ μὲν δοκεῖν, ὡς κατὰ βασιλέως Καντακουζηνοῦ τῷ Κράλῃ διαλεξόμενος καὶ πείσων προδιδόναι. 2.328 ὡς δὲ διισχυρίζετο ὁ Κράλης, ἵνα μὴ πολεμοίη τῷ γαμβρῷ βασιλεῖ μέλλοντι Ῥωμαίων ἀναδείκνυσθαι. τοῦτο μὲν οὖν εἴς τι προφανὲς οὐκ ἠδυνήθη προελθεῖν· μεταξὺ γὰρ τοῦ χρόνου τριβομένου ἐτελεύτησεν ὁ Χρέλης, ὃς αὐτοῖς τῶν ἀποῤῥήτων ἐκοινώνει, καὶ ὁ μέγας τε δοὺξ εἰς Βυζάντιον ἐξ Ἀμφιπόλεως ἀπῇρε μηδενὶ θαῤῥήσας ἑτέρῳ τὰ ἀπόῤῥητα. καὶ ὁ Κράλης περὶ τῶν πόλεων ἠσχόλητο τὴν ἐπιμέλειαν, ἃς Χρέλη κατέχοντος ἐλάμβανεν αὐτὸς μετὰ τὴν τελευτήν· καὶ ἐκ τῶν πρὸς ἐπικουρίαν βασιλέως τεταγμένων τοὺς βελτίστους ἀπολεγόμενος, κατέλιπεν αὐταῖς φρουράν. αὐτὸς δὲ τοὺς ἐπιλοίπους ἔχων, μετὰ βασιλέως ἧκον εἰς Φεράς. νεʹ. Καὶ πρίν τι κακοῦν τὴν χώραν, πρεσβείαν πρὸς Φεραίους πέμψας, παρῄνει βασιλεῖ τὴν πόλιν ἐγχειρίζειν. ὅρκους γὰρ αὐτοῖς πρὸς ἀλλήλους γεγενῆσθαι, σύμμαχον καὶ αὐτὸν καὶ φίλον εἶναι τῶν πόλεων, αἳ προσχωρήσουσι βασιλεῖ, πολέμιον δὲ ταῖς ᾑρημέναις πολεμεῖν. εἰ μὲν οὖν καὶ αὐτοὶ πειθόμενοι προσχωρήσουσιν ἑκόντες βασιλεῖ, νῦν τε ὡς τάχιστα ἀναχωρεῖν αὐτῶν, καὶ ὕστερον μηδέποτε κακώσειν ἐπηγγέλετο· εἰ δ' ἀγνωμονοῖεν καὶ μὴ πείθοιντο, τεμεῖν αὐτοῖς τὴν γῆν ἠπείλει καὶ τὰ ἔσχατα διαθήσειν. Φεραῖοι δὲ τὴν πρεσβείαν ἀπεπέμψαντο, πάντα οἴσειν πρότερον εἰπόντες, ἢ Καντακουζηνῷ δουλεύσειν. ἐνῆγε δὲ αὐτοὺς πρὸς τοῦτο οὐχ ἧττον μὲν καὶ ἡ ἀλογία καὶ ἡ ἀκρισία, διὰ τὸ πρὸς βα 2.329 σιλέα ἔχθος τὰ ἔσχατα αἱρουμένους ὑπομένειν, ἐνὸν ἀποθεμένους σώζεσθαι· μάλιστα δὲ ὁ Παλαιολόγος Κωνσταντῖνος, ὃς ἦγε τὴν πόλιν τότε, Ἀποκαύκῳ τε ἐς τὰ μάλιστα φίλος ὢν καὶ τῶν ἀποῤῥήτων κοινωνὸς καὶ τὴν πίστιν ἀκραιφνῆ καὶ τὴν εὔνοιαν αὐτῷ τηρῶν ὄντι κηδεστῇ Ἀνδρονίκῳ τῷ υἱῷ, καὶ ὁ μητροπολίτης, πόλεμον ἄσπονδον πρὸς βασιλέα ἐξαρχῆς εὐθὺς ἀνῃρημένος ἐξ οὐδεμιᾶς αἰτίας. βασιλεὺς δὲ, ἐπεὶ ἐκεῖνοι τὴν πρεσβείαν ἀπεπέμψαντο, συνορῶν οἷ κακῶν ὑπ' ἀναισθησίας συνελαύνονται, καὶ ὡς Ῥωμαίων τῆς ἀρχῆς πόλις μεγάλη καὶ καλὴ μέλλει ἀφαιρεῖσθαι ὑπὸ τῆς πολιορκίας ἀνάγκῃ Τριβαλοῖς δουλεύσουσα, τῶν οἰκείων πέμψας ἕνα, παρεκάλει φείδεσθαι αὐτῶν καὶ μὴ μίσει τῷ εἰς ἐκεῖνον τὰ ἀνήκεστα σφᾶς αὐτοὺς διατιθέναι, ἀλλὰ νῦν μὲν πρόνοιάν τινα αὐτῶν ποιεῖσθαι καὶ μήτε δέχεσθαι εἰς τὴν πόλιν μήτ' αὐτὸν, μήτε φρουρὰν, μήτε ἡγεμόνα, ἀλλὰ μόνον τῆς βασιλίδος Ἄννης καὶ βασιλέως τοῦ υἱοῦ φημιζομένων, εὐφημίας καὶ αὐτὸν ἅμα ἐκείνοις ἀξιοῦν καὶ μνημονεύειν ἐν τελεταῖς ταῖς ἱεραῖς, καὶ τοῦτον τὸν τρόπον τῶν ἐκ τῆς πολιορκίας ἀπαλλάττεσθαι κακῶν. οὐκέτι γὰρ ἀδικήσουσιν οὐδὲν αὐτοὺς οἱ Τριβαλοὶ διὰ τοὺς ὅρκους καὶ σπονδὰς τὰς πρὸς αὐτόν. ἀναχωρήσαντος δὲ αὐτοῦ πρὸς Θρᾴκην, ἂν μὲν καὶ τῆς ἄλλης ἀρχῆς φαίνοιτο Ῥωμαίων ἐγκρατὴς, ὑπείκειν καὶ αὐτούς. εἰ δέ τι περὶ αὐτοῦ