309
παρεθάρρυνεν. ̔Ως δ' εδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ετι, ἀλλὰ καὶ ακοντα τὸν ̓Αννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ωρμησεν, ινα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως· ο καὶ ἐγένετο. ὁ γὰρ ̓Αννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ' αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ' ὁδὸν τυγχάνοντα ωρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν ̓Αννίβαν ἐτάραξε, καὶ ετι οτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ' ἑνὸς αὐτῶν ὁ ̓Αννίβας τὸ πεπραγμένον, οἱ γὰρ δύο παρὰ τοῖς ̔Ρωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη, καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι οτι τάχιστα εγνω, ιν' εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας ουν πρὸς τὸν Μασινίσσαν, δι' ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ῃτησε. καὶ ηλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, επραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων ουτε τραχὺ ουτε τι σαφὲς ἀπεκρίνατο, ἀλλὰ τὸ μὲν ολον ἐμέσευσεν, ἐπιεικέστερον δ' ομως διειλέχθη, οπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ· ο καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ ̓Αννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ον ἐκεῖνος ἠπείγετο· ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν 2.291 γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ' ̓Αννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ' ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ ουτως κακῶς αὐτοὺς εχοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ ακοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ. Συνέβαλον ουν οἱ μὲν ̔Ρωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, ̓Αννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ καταπεπληγμένοι καὶ δι' ετερα καὶ οτι καὶ ὁ ηλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν αλλων καὶ τοῦτο οὐκ αισιόν τι σφίσι προμηνύειν ὁ ̓Αννίβας ὑπώπτευσεν. ουτω δ' εχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἱ ̔Ρωμαῖοι μέγα ἐξαίφνης καὶ καταπληκτικὸν ἀνεβόησαν, καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ωρμησαν. ὑφ' ων ταραχθέντες ἐκεῖνοι οἱ μὲν πλείους οὐκ ἐδέξαντο σφᾶς, ἀλλ' ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν ̔Ρωμαίων διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον, καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἱ Καρχηδόνιοι, επειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες εφυγον. οἱ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ ̓Αννίβας μικροῦ αν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ιππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ' ὁ ̓Αννίβας, καὶ ἰδὼν αὐτὸν ουτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ ουτω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ετρωσε· κἀκ τούτου μετ' ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, 2.292 καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς αμα καὶ θαλάσσης. οἱ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, επειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ην δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους εχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν ̔Ρωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τινα ετερα. Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ ̔Ρώμην ἐστάλκασι. καὶ οἱ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ' ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις