309
κατὰ τοῦτον τὸν τρόπον γέγονεν οἰκονομικῶς, ινα μὴ φανῇ καταλύειν τὸν νόμον. εστι δὲ πάλιν οἰκονομικῶς, οταν ηλθεν εἰς τὴν συκῆν ἀπὸ πρωΐας πεινῶν καὶ ἐξήρανεν αὐτήν· καὶ οτε ηλθε πρὸς τοὺς μαθητὰς νυκτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων διά τινας οἰκονομίας ἀποκρύφους. οἱ ουν αἱρετικοὶ ἀφέντες τὸ κατὰ τούτους τοὺς τρόπους νοεῖν, τὸ οἰκονομικῶς τὸ ὡς ἐν φαντασίᾳ καὶ δοκήσει γινόμενον λέγουσιν. Οἰμωκτί. μετὰ θρήνου. Τὸ Ο μετὰ τοῦ Κ. ( ̓Αρσενικόν.) ̓Οκλαδίασ. τὸ σελλίον. Οκνοσ. ῥαθυμία. οἱονεὶ ακινός τις ων, καὶ συγκοπῇ ακνος, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο οκνος. ̓Οκουλούμ. τὸν ὀφθαλμὸν λέγουσιν οἱ ̔Ρωμαῖοι. ̓Οκρίβασ. ὁ αμβων. καὶ κλίνεται ὀκρίβαντος. ἡ εὐθεῖα τῶν πληθυντικῶν ὀκρίβαντες, ἐφ' ων ακρων ἑστᾶσιν οἱ ὑποκριταὶ, οἱονεὶ ἀκρίβαντες τινὲς οντες. διὰ τὸ ακρον γράφεται διὰ τοῦ ἰῶτα, ὡς ἀργὸν ἀργικέραυνος. ̓Οκριόεισ. ὁ τραχὺς λίθος. ὀκρίας δὲ τὰς πέτρας φησὶν Ομηρος· omicron.1439 -ὀκρίας ἠνεμοέσσας. παρὰ τὸ ακρος καὶ τὴν ἐξοχήν. εστιν ακρος, κατὰ πλεονασμὸν τοῦ ι η κατὰ παραγωγὴν γίνεται ακριος, ὡς Αἰτωλὸς Αἰτώλιος καὶ Βοιωτὸς Βοιώτιος. ἐκ δὲ τοῦ ακριος γίνεται ἀκριόεις, ὡς βροτὸς βροτόεις, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο τὸ θηλυκὸν ὀκριόεσσα. ̓Οκριόεισ. χαλεπός. μισητός. η κρύους καὶ φόβου ποιητικός. παρὰ τὸ ακρον ἀκριόεις καὶ ὀκριόεις. ὁ ἀκρότατος φόβος. η παρὰ τὸ κρύος, κρυόεις, καὶ πλεονασμῷ τοῦ ˉο ὀκρυόεις. ̓Οκρίδασ. κύριον. ̓Οκτάβλωμοσ. εἰς ὀκτὼ δήγματα τρωγόμενος. ὀκτάβλωμος αρτος. ̓Οκτωκαιδεκαέτησ. (Θηλυκόν.) ̓Οκλαδία. τὸ σελλίον. καὶ ὀκλαδίας ἀρσενικόν. Οκλασισ. ἡ λύπη. ἀπὸ τοῦ ὀκλάζω. ̓Οκλίσ. κύριον. ̓Οκρισία. κύριον. † Οκρα. τόπος.† omicron.1440 ̓Οκρυόεσσα. φρικτὴ, μισητὴ, χαλεπὴ, η ποιητικὴ φόβου. ̔Οκοῖον. ἀντὶ τοῦ ὁποῖον. ̓Οκτάκνημα. τὰ ὀκτάραβδα. κνῆμαι γὰρ αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι, αἱ πρὸς τῇ χοινικίδι. ̓Οκείλει. προσπελάζει. ̓Οκλαδιᾷ καὶ ὀκλάζει. χωλεύει. εἰς γόνυ κάμπτεται. παρὰ τὸ ἐγκλᾷν καὶ ἐγκάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. ἐκ δὲ τοῦ κλῶ κλάσω γίνεται ῥῆμα ονομα κλὰς καὶ δωρικῶς κλὰξ, ὡς δὰξ καὶ ὀδάξ. ̓Οκνῶ. δειλιῶ, δέδοικα. ̓Οκνείω. οὐκ εστι πλεονασμός· λέγουσι γάρ· εστιν ὀκνῶ, κατὰ Ιωνας ὀκνέω καὶ πλεονασμῷ τοῦ ˉι ὀκνείω. οὐκ εστι δὲ ουτως, ἀλλὰ κατὰ παραγωγὴν, ὡς παρὰ τὸ θάλπω γίνεται θαλπωρὴ καὶ θαλπείω, ῥῆμα, ουτως ουν καὶ ὀκνῶ ὀκνείω, ὡς καὶ ῥιγείω, καὶ βρώσω, βρωσείω. † ̓Οκρυόω. τὸ λοιδορῶ.† ( ̓Επίῤῥημα.) Οκωσ. ἀντὶ τοῦ οπως. omicron.1441 Τὸ Ο μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Ολβιοσ. πλούσιος, εὐδαίμων, μακαριστὸς, ὁ ἐν μηδενὶ ἐνδεὴς ων. οἱονεὶ ουλιός τις ων· ουλον γὰρ ἐνταῦθα τὸ ὑγιές. η παρὰ τὸ ολβος, ο ἐστιν ὁλόκληρος καὶ τέλειος. τοῦτο παρὰ τὸ ολος, πλεονασμῷ τοῦ β ολβος. ̓Ολβιόδαιμον. ἐπὶ κλητικῆς. ἀντὶ τοῦ ω εὐτυχέστατε τῷ πλούτῳ. ̓Ολετῆρεσ. φονεῖς, ἀφανισταί. παρὰ τὸ ολλω, τὸ φθείρω. ̓Ολεσίοικοσ. ἀπώλεια καὶ ἀφανισμὸς τοῦ οικου. ὁ ταύτης δὲ ἀνὴρ ὀλεσίοικος ην. ἀπὸ τοῦ ολλω, τὸ φθείρω. ̓Ολέσιοσ. κύριον. ̓Ολίγωροσ. ἀμελὴς, μικρόψυχος. παρὰ τὴν ωραν, ο σημαίνει τὴν φροντίδα. τὸ δὲ ὀλίγον ἐπὶ τοῦ οὐδαμῶς. η ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. ̓Ολιγοδεήσ. ὁ ὀλίγου χρῄζων. ̓Ολιγογνώμων. ὁ ὀλίγωρος. ̓Ολίζονεσ. οἱ λόγοι. καὶ ὀλίζονος ἀντὶ τοῦ μικρᾶς καὶ εὐτελοῦς καὶ ὀλίγης. παρὰ τὸ ὀλίγον, ὀλίζον. omicron.1442 ̔Ολκόσ. ἰσχυρὰ φορά. παρὰ τὸ ελκω ὁλκός. ὡς φέρβω, φορβός. οθεν καὶ ὁλκάδες αἱ νῆες, καὶ ὁλκοὶ οἱ τόποι, δι' ων ἐλαύνονται αἱ νῆες. ̔Ολκόσ. καὶ ἡ τοῦ οφεως οὐρά. ̔Ολκόσ. καὶ τὸ βάρος. φέρων ὁλκὸν χρυσοῦ βαρυτάλαντον. Ολμοσ. ἐπὶ τοῦ κορμοῦ τῶν ἡμετέρων σωμάτων. διὰ τὴν εὐρυχωρίαν ἀποκεκλιμένων τῶν χειρῶν ολμῳ ἐοικώς. ολμος δ' ὡς εσσευε βαλὼν κυλινδόμενος. ολμος δέ ἐστι κοῖλος λίθος, εἰς ον κόπτουσιν οσπρια καὶ αλλα τινὰ, η ἐν ῳ πτίσσουσι τὰς κριθὰς καὶ τὰ παχύτερα τῶν μυρεψικῶν καταλεαίνουσι. τὸ δὲ τύπτον τὰς κριθὰς υπερον λέγεται, ο ἐστιν ἰγδοκόπανον. † Ολολυσ. ὁ τὸ ὀλολύζειν ἀποδεχόμενος.† † ̓Ολότροχος καὶ ὀλοιότροχοσ. ὁ στρογγύλος λίθος.† ̓Ολοφυρμόσ. κοπετὸς, θρῆνος, μετὰ τιλμοῦ τῶν