309
φησὶν, ἐπικου ρίας καὶ προνοίας ἠξίωσας. δʹ. "Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός μου." Καὶ τηνικαῦτα μὲν ἅπαντες τὴν μεγίστην ἐκείνην μεμαθηκότες νίκην, ἐθαύμασαν τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν. ∆ιαφερόντως δὲ μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ βασιλεῖς καὶ ἄρχοντες τὸν ἁπάντων ὑμνοῦσι Ποιη τήν. Ἐπ' ἐκείνης μέντοι τῆς νίκης, οὐ ῥημάτων ἤκουσαν, ἀλλὰ πρᾶγμα παράδοξον ἐθεάσαντο· νῦν δὲ καὶ ῥημάτων ἤκουσαν, καὶ τῶν εὐαγγελικῶν ἀπο λαύουσι κηρυγμάτων. εʹ. "Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι με γάλη ἡ δόξα Κυρίου." Εὐκτικῶς τὰ ἐσόμενα λέγει, καὶ τὴν τῶν πραγμάτων προλέγει μεταβολήν· ὅτι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν θαυ μάσουσιν ἅπαντες. Ὁδοὺς γὰρ τὰς οἰκονομίας καλεῖ. ʹ. "Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ." Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν." Λέγει δὲ, ὅτι φύ σει ὑψηλὸς ὢν καὶ ἄῤῥητος, οὐδὲ τῶν σμικρῶν ἀμε λεῖ, ἀλλὰ καὶ τούτους τῆς οἰκείας ἀξιοῖ προμηθείας. "Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει." Γινώσκει γὰρ πάντα πρὶν γενέσεως αὐτῶν· καὶ πόῤῥωθεν τοὺς ἐν δυναστείαις ὁρῶν, ἑκάστῳ φάρμακα προσφέρει κατάλληλα. ζʹ. "Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με." Πίστεως εἰλικρινοῦς ἡ φωνή. Θαῤῥῶ, φησὶν, ὅτι κἂν πανταχόθεν ὑπὸ συμφορῶν περικλύζωμαι, κρείτ των ἔσομαι τῶν δυσχερῶν, καὶ ζωὴν ἀπὸ τῆς σῆς ἐπικουρίας καρπώσομαι. "Ἐπ' ὀργὴν ἐχθρῶν ἐξ έτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου." Ὀρ γισθεὶς γὰρ κατὰ τῶν ἐμῶν δυσμενῶν, ἐκείνους μὲν τιμωρίᾳ παρέδωκας, ἐμὲ δὲ σωτηρίας ἠξίωσας. Καὶ ἐντεῦθεν δῆλον, ὡς χεῖρα μὲν τὴν ἐνέργειαν καλεῖ, δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Τῇ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν τὴν χεῖρα συνέζευξε· τῇ δὲ εἰς αὐτὸν εὐεργεσίᾳ τὴν δεξιάν. ηʹ. "Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ." Ἐγὼ, φησὶν, ἄνθρωπος ὢν, καὶ ἁμαρτίαις ἐγκαλινδούμε νος, ἀμείψασθαι τὰς εὐεργεσίας οὐ δύναμαι· αὐτὸς δὲ ὁ Κύριος, ὁ τούτων μοι γενόμενος χορηγὸς, ἐναν θρωπήσας, καὶ τὴν ἐμὴν φύσιν ἀνειληφὼς, τὸ ἐμὸν ἐκτίσει χρέος. Συμφωνεῖ τούτοις καὶ ὁ θεῖος Ἀπόστολος, λέγων, τὸν ∆εσπότην Χριστὸν ἐξαλεῖψαι 80.1933 τὸ καθ' ἡμῶν χειρόγραφον. "Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς." Ἐπειδὴ τοίνυν ἀμέτρητός σου ὁ ἔλεος, καὶ τῷ αἰῶνι συνεκτεινόμενος, ταχεῖαν τοῖς σοῖς ποιήμασι παρά σχου τὴν σωτηρίαν. Ταύτην δὲ ὁ Προφήτης προσεν ήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως.
ΕΡΜΗΝ. ΤΟΥ ΡΛΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος· Ψαλμὸς τῷ ∆αβίδ." Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται,
"Ζαχαρίου εἰς τὴν διασποράν." Τοῦτο οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα, οὔτε παρὰ τοῖς ἄλλοις εὗ ρον ἑρμηνευταῖς· ἀλλά τις ὡς ἠβουλήθη νενοηκὼς τὸν ψαλμὸν, τῆς ἐπιγραφῆς ἐποιήσατο τὴν προσθή κην. Ὁ μέντοι ψαλμὸς τοῦ Ἰωσίου τοῦ βασιλέως πρόῤῥησιν ἔχει. Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστή σας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκ γονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πά σης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας· τοὺς δὲ τὴν εὐσέβειαν ἀσπαζομένους πάσης θεραπείας ἠξίωσε. Ταῦτα προλέγει ὁ ψαλμός. Εἰσάγει δὲ αὐ τὸν ὁ προφητικὸς λόγος προσευχόμενον, καὶ τὴν περὶ αὐτοῦ πρόγνωσιν ἐκπληττόμενον. "Κύριε, ἐδοκίμα σάς με, καὶ ἔγνως με." Βάσανος ἀρετῆς οὐ μόνον πενία καὶ ἀθυμία, ἀλλὰ καὶ βασιλεία καὶ εὐπραξία. Ὥσπερ γὰρ ἐν τοῖς ἀνιαροῖς δοκιμαζόμεθα, εἰ φέ ρειν γενναίως δυνάμεθα τὰ προσπίπτοντα λυπηρά· οὕτως καὶ ἐν ταῖς εὐημερίαις γυμναζόμεθα, καὶ δει κνύμεθα, εἴτε συνεπαιρόμεθα ταῖς εὐκληρίαις, εἴτε τὴν τούτων ἐπιστάμεθα φύσιν. Βασιλείαν τοίνυν ἐγ χειρισθεὶς ὁ μακάριος Ἰωσίας, καὶ μετ' εὐσεβείας αὐτὴν