309
ἐπαχθὲς τῆς ἀσκήσεως ταῖς ἀναλήψεσι τῶν θείων ἀναγνωσμάτων τε καὶ ᾀσμάτων παραμυθεῖσθε, περιφρουροῦσαι καὶ τὸ ἀκοινώνητον τῆς αἱρέσεως, κἂν δέῃ ὑπὲρ αὐτοῦ παθεῖν τι μέχρι καὶ θανάτου, μηδαμῶς προώμεναι τὴν πίστιν· τῆς γὰρ ἀγάπης Χριστοῦ οὐδὲν προτιμότερον, καθὼς ἀπέδειξαν αἱ ἀπ' αἰῶνος παρθένοι Χριστοῦ μέχρι τοῦ δεῦρο, ἐπειδήπερ εἰσὶ καὶ νῦν διωκόμεναι καὶ τῶν μονῶν ἐξεωθεῖσαι διὰ Χριστὸν ἢ μετασχεῖν τοῦ αἱρετικοῦ ἄρτου. Ταῦτα ὡς κατὰ Χριστὸν ἀδελφῇ οὔσῃ καὶ θυγατρὶ γέγραφά σοι καὶ ταῖς μετὰ σέ, ὡς ἂν ἴδοις ὅτι κοινός ἐστιν ὁ δεσπότης ἀμφοτέρων ἡμῶν καὶ ὡς φιλοῦμεν πάντας σῴζεσθαι ὡς ἑνὸς ὄντες σώματος Χριστοῦ καὶ ἀπ' αὐτοῦ ἀδελφοὶ ἀλλήλων χρηματίζοντες· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, ὃς διασώσειεν καὶ ἡμᾶς καὶ ὑμᾶς. 482 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Ἡ μνήμη τῆς μακαρίας μητρός, σοῦ μὲν ἀμφοτέρωθεν, ἐμοῦ δὲ κατὰ πνεῦμα, θαρρῶ δὲ εἰπεῖν καὶ πολλῶν ἄλλων (ἐπείπερ σεβασμία ἡ κυρία), προυτρέψατό με, ὥσπερ ὑπ' ἐκείνης νυττόμενον, προσφθέγξασθαί σε, ἀδελφὴ ἐν Κυρίῳ, βραχέα τινὰ καὶ τανῦν. τίνα δὲ ταῦτα; ἵνα ἀγωνίζῃ τὸν καλὸν ἀγῶνα τῆς ἀσκήσεως, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. πῶς δὲ ἔστιν ἀγωνίσασθαι; ἐκ τοῦ ἔχειν τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ· οὗ γὰρ φόβος, ἐκεῖ ἐντολῶν τήρησις. ἐκ τοῦ μελετᾶν τὸν θάνατον· ἔνθα γὰρ μελέτη, παθῶν ἀλλοτρίωσις. ἐκ τοῦ μεριμνᾶν τὴν ἀπὸ τοῦ σώματος διάζευξιν, τὴν ἐπὶ ταύτῃ ἀγγελικὴν ἐπιστασίαν, τὴν ἀπαγωγὴν τῆς ψυχῆς πρὸς τὰ οὐράνια, πῶς ἆρα διέλθοι τὸν ἄρχοντα τοῦ τῇδε αἰῶνος, πειρώμενον πρὸς ἑαυτὸν τὴν ἀνιοῦσαν ψυχὴν ἐπισπάσασθαι, εἴπερ ἴδοι αὐτὴν κατεστιγμένην τοῖς πάθεσιν, εἶτα ποῦ τὴν ἀποκατάστασιν λάβοι μέχρι καιροῦ ἀναστάσεως, ἡνίκα τὸ συζυγὲς σῶμα ἑνωθείη κατὰ τὴν ἄρρητον τοῦ θεοῦ δύναμιν. λέγω τὴν μικρὸν ὕστερον ἐπέλευσιν τοῦ νυμφίου Χριστοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, τήν τε εἰς ἀέρα ἁρπαγὴν τῶν θεοφιλῶν ψυχῶν καὶ τὴν ὁμοῦ πάσης τῆς κτίσεως συναγωγὴν πρὸ προσώπου τοῦ φοβεροῦ βήματος, εἶτα τὴν ἀπόφασιν ἑκατέρων τῶν παρισταμένων μερῶν, τοὺς μὲν δικαίους καλοῦσαν εἰς βασιλείαν οὐρανῶν, τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσαν εἰς τὸ πῦρ τὸ ἐξώτερον. τοίνυν ἡ ταῦτα ἐννοοῦσα εὐαισθήτως ψυχὴ τρέμει, δεδιᾷ, κατανύσσεται, δακρύει, καθαίρεται, φωτίζεται, ἐξισταμένη τῶν τῇδε σχέσεων, ἀλλοιουμένη τε τὴν καλὴν ἀλλοίωσιν καὶ πρὸς θεὸν ἀνατρέχουσα ἐν χαρᾷ πνευματικῇ καὶ ἀρρήτῳ θυμηδίᾳ, ὡς ἀποστρέφεσθαι μὲν καὶ ἥλιον ὁρᾶν καὶ τῶν ἄλλων ἡδέων τοῦ παρόντος βίου διὰ τὴν ὑπερνικῶσαν τοῦ καλοῦ θεωρίαν. Οὕτως ἔστιν τὸν καλὸν ἀγῶνα ἀγωνίζεσθαι, τιμιωτάτη, τοῦτον δὴ ἀγωνισαμένη ἡ καλή σου μήτηρ ἐκολλήθη θεῷ καὶ μετέβη ἐπαινετῶς τῶν ἐνθένδε. ἐπειχθῶμεν οὖν καὶ ἡμεῖς, παρακαλῶ, τοῖς ἐκείνης ἴχνεσιν ἕπεσθαι· καὶ μή τι ἰλιγγιάσῃς πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἐκκαλουμένη, τὸ μὲν ὅτι χάριτι θεοῦ καὶ συνεπαίρῃ ταῖς καλαῖς ἀναβάσεσιν, ἐξ ὧν ἀκούω εὖ πράττειν σε, τὸ δέ, ὅτι, οὗ τὸ θέλειν πάρεστιν, ἐκεῖ κατὰ μικρὸν καὶ ἡ τελείωσις προσγίνεται, τοῦ θεοῦ δυναμοῦντος καὶ φιλοῦντος τὴν σωτηρίαν τοῦ οὕτως προαιρουμένου. τάχα δὲ τὴν προστασίαν τῶν ἀδελφῶν ἐμπόδιον ἡγήσῃ τῆς τοιαύτης προθέσεως, προσβαρουμένη τῇ ὁδηγίᾳ. ἀλλὰ μηδαμῶς, ὦ κυρία· οὐδὲν γὰρ οὕτως ἀγαπητὸν θεῷ ὡς τὸ ποιμαίνειν καὶ ὁδηγεῖν τοὺς ἑπομένους. φησὶ γὰρ πρὸς τὸν μέγαν Πέτρον· εἰ ἀγαπᾷς με, ποίμαινε τὰ πρόβατά μου. καὶ πάλιν· ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. καὶ πάλιν· ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ἂν μὲν γὰρ ἐπιτρέχων τις ἐκ φιλαρχίας δράξηται τῆς ποιμαντικῆς ῥάβδου, μισητὸς καὶ ἀπόπτυστος θεῷ, οὔτε σῴζων οὔτε σῳζόμενος· ἂν δὲ κληθεὶς δι' ὑπακοὴν θεοῦ δέξηται τὴν προστασίαν, καὶ φίλος θεῷ καὶ σῴζων καὶ σῳζόμενος ἀποδειχθήσεται. ἐπειδὴ δὲ αὐτὴ οὕτως κέκλησαι, χαῖρε καὶ τρέμε, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν