310
ὕστερον βουλεύσαιτο ὁ θεὸς καὶ ἀπόλοιτο ἐξ ἀνθρώπων, τότ' ἤδη ἢ τῷ βασιλεύοντι Ῥωμαίων προσέχειν, 2.330 ἂν δύνηται ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων, ἢ σῖτον ἔχοντας καὶ ἄλλην ἀφθονίαν, ὑπομένειν τὴν πολιορκίαν. νυνὶ δὲ μὴ οὕτω κακῶς περὶ σφῶν αὐτῶν βουλεύσασθαι, ὥστε ἑκοντὶ ἑλέσθαι τὰ δεινὰ καὶ τὸν πόλεμον ἑλκῦσαι κατ' αὐτῶν, ἐνὸν συνέσει καὶ ἀγχινοίᾳ διασώζεσθαι. βασιλεὺς μὲν οὖν τοιαῦτα Φεραίοις συνεβούλευε καὶ πείθεσθαι ἐδεῖτο ὡς συνοίσουσι μεγάλως. ἐκεῖνοι δὲ ἐπεὶ ἀκούσειαν, βασιλέως μὲν πολλὰς ὕβρεις κατέχεον καὶ λοιδορίας καὶ μᾶλλον ἔφασαν ἐκείνῳ περὶ ἑαυτοῦ καὶ τῶν συνόντων βουλευτέον ἂν εἴη ὅπη σωθήσεται, ἢ περὶ ἡμῶν. τὸν δὲ πρεσβευτὴν ἀποσφάξαντες καὶ διελόντες τετραχῇ θηριωδῶς καὶ ἀπανθρώπως, τὰ τμήματα ἀνῆψαν καλλωδίοις ἐν τοῖς πύργοις. ἃ βασιλεὺς μὲν δεινὰ ἡγεῖτο καὶ πολλὴν τῶν ἀνδρῶν ἀπανθρωπίαν κατεγίνωσκε καὶ ἀβουλίαν, ἔπεμπε δὲ καὶ γράμματα αὐτοῖς διά τινος Γεωργίου ἔξω συλληφθέντος, τήν τε ὠμότητα καὶ τὴν κακοβουλίαν ὀνειδίζοντα καὶ πολλῶν προαναφωνοῦντα δεινῶν ἐπαγωγὴν, καὶ ὡς τότε τῆς παρ' αὐτοῦ δεήσονται ἐπικουρίας, ἡνίκα μηδ' αὐτῷ τοῦ ὑπὲρ αὐτῶν ἀνιᾶσθαι πλέον τι ἐξέσται. οἱ δὲ συνόντες Ῥωμαῖοι ἐν πάσῃ ἤδη καθέστασαν ἀμηχανίᾳ καὶ ἄπορον παντάπασιν ἡγοῦντο πόλιν βασιλεῖ ἑτέραν προσελθεῖν, Φεραίων τοιαῦτα τετολμηκότων. ὅθεν καὶ ἐδέοντο βασιλέως συνελθόντες μηκέτι μέλλειν, μηδὲ κατατρίβειν τὸν καιρὸν ἀνήνυτα πονοῦντας, ἀλλ' εἰς ∆ιδυμότειχον ἐπείγεσθαι, ὡς ἅ 2.331 μα τοῖς οἰκείοις ἤ τινος τυγχάνειν ἀγαθοῦ, εἰ πρὸς τὸ βέλτιον αὐτοῖς τὰ πράγματα χωροίη, ἢ ἀποθνήσκειν, εἰ δεήσειεν. ἐδόκει μὲν οὖν καὶ βασιλεῖ τοῖς ἐκείνων πείθεσθαι βουλεύμασιν, οὕτω περὶ πλείστου ποιουμένων τὴν ἐπάνοδον. καὶ συνταξάμενος Κράλῃ, παραλαβών τε τὴν στρατιὰν, ὅσην αὐτὸς παρείχετο συνέπεσθαι, εἴχοντο ὁδοῦ. Κράλης δὲ ἐν Φεραῖς ὑπολειπόμενος, ἔτεμνε τὴν γῆν καὶ ἐδῄου πάντα ἄρδην διαφθείρων. βασιλεὺς δὲ ἐπεὶ γένοιτο μακρὰν Φερῶν, συνιδὼν ὡς ἡ ἑπομένη στρατιὰ τῶν Τριβαλῶν ὄχλος μόνον ἀνόνητός εἰσι, τοὺς ἀρίστους γὰρ αὐτῶν ἀπολεξάμενος πρότερον ὁ Κράλης, φρουρὰν κατέλιπε ταῖς πόλεσιν, ἃς Χρέλη ἔχοντος μετὰ τὴν ἐκείνου τελευτὴν ἔλαβεν αὐτὸς, ἄλλως τε καὶ τῶν ὑπολειφθέντων χρονίῳ τε στρατείᾳ τεταλαιπωρηκότων, ἦσαν γὰρ πλέον ἢ δυσὶ πρότερον μησὶ Κράλῃ ἑπόμενοι στρατευομένῳ, ἄλλως τε καὶ δέει ἀσχέτῳ κατεχομένων καὶ νομιζόντων, οὐκ εἰς Θρᾴκην, ἀλλ' εἰς Πάρθους ἢ Ἰνδοὺς στρατεύεσθαι, ὅθεν οὐκ ἐξέσται μηχανῇ οὐδεμιᾷ οἴκαδε ἐπανελθεῖν, καὶ διὰ τοῦτο καὶ ἵππους πολεμιστηρίους καὶ ὅπλα καὶ εἴ τι ἐπεφέροντο χρήσιμον πρὸς τὸν πόλεμον, οἴκαδε ἀποπεμπόντων, ἵνα ταῦτα γοῦν τοῖς παισὶν ὑπολειφθείη, ὡς ἐκείνων ἀπολουμένων πάντως· ταῦτα δὴ συνορῶν ὁ βασιλεὺς καὶ βουλόμενος εἰς ∆ιδυμότειχον μὴ οὕτως ἀφικέσθαι ἀσθενὴς, ὥσθ' ὑπὸ Βυζαντίων καὶ αὐτὸς πολιορκεῖσθαι, οὔτ' αὐτῷ γὰρ οὔτε τοῖς συνοῦσι τοῦτο μάλι 2.332 στα συνοίσειν, ἐσκέψατο εἰς Κράλην ἀναστρέφειν καὶ στρατιὰν ἀξιόχρεων αἰτεῖν, ὥστε εἰς ∆ιδυμότειχον φοβερὸν τοῖς πολεμίοις ἐλθόντα εἶναι, ἀλλὰ μὴ καταφρονεῖσθαι διὰ τὴν ἀδυναμίαν. ἐπεὶ δὲ καὶ τοῖς συνοῦσι Ῥωμαίοις ἐκοινοῦτο τὴν βουλὴν, πάντες ὥσπερ ἐκ συνθήματος πάντα μᾶλλον ἔφασαν αἱρεῖσθαι ὑπομένειν καὶ μυρίων θανάτων κατατολμᾷν, ἢ εἰς τὴν γῆν αὖθις ἀναστρέφειν Τριβαλῶν. οὐ γὰρ ἐνόμιζον εἰς γῆν πορεύσεσθαι ἡλίῳ περιλαμπομένην καὶ ὑπὸ ἀνθρώπων οἰκουμένην, ἀλλ' εἰς ᾅδου κευθμῶνας καὶ νεκρῶν διατριβὰς καὶ ἄλλο εἴ τι δυσχερέστερον. πολλὰ δὲ βασιλέως παραινοῦντος, ὡς βελτίω καὶ λυσιτελέστερα βουλεύοιτο, καὶ δεομένου πείθεσθαι, οὐδ' ἄκροις παρεδέχοντο ὠσὶν, ἀλλὰ πάνθ' ὅσα ἄν τις εἴποι δεινὰ φορητότερα ἡγοῦντο, ἢ εἰς Τριβαλοὺς αὖθις ἀναστρέφειν. βασιλεὺς δὲ τόν τε κίνδυνον ὁρῶν, ὡς οὐ μικρὸς ἐκ τοῦ πείθεσθαι τοῖς συνοῦσιν, οὕτως ἀλυσιτελῆ καὶ βουλευομένοις καὶ πράττειν ἤδη ὡρμημένοις ἀλογίστως, ὅ,τι τε χρήσαιτο τοῖς πράγμασιν οὐκ ἔχων, τῶν συνόντων πείθεσθαι μὴ δυναμένων, πρότερον αὐτοῖς