310
ἐναντιούμενοι. ὁ δὲ δῆμος τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ επεμψαν δέκα ανδρας, ινα μετὰ τοῦ Σκιπίωνος απαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἱ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν, καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν ̔Ρώμην ἀπήχθησαν, τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ ̔Ρωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ' ̓Ιταλίαν οἱ Καρχηδόνιοι. ̔Ο μὲν ουν δεύτερος πόλεμος τῶν Καρχηδονίων ετει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ ̓Αφρικανὸς ἐπεκέκλητο· ̓Αφρικὴ γὰρ ηδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ῃρετο, ̓Αννίβας δὲ κατηγόρητο παρὰ 2.293 τοῖς οἰκείοις ὡς τήν τε ̔Ρώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς ̓Ιταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη. Εἰς ἑτέρους δ' αυθις πολέμους οἱ ̔Ρωμαῖοι κατέστησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν ̓Αντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ηκμαζε μάχη, καν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον ην, ἐθεράπευον αὐτόν, ινα μὴ τοῖς Καρχηδονίοις συνάροιτο η εἰς τὴν ̓Ιταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ' ἐκείνους ἠρέμησαν, οὐκέτ' ἐμέλλησαν, ἀλλ' ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν, πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις ουν οἱ ̔Ρωμαῖοι πρὸς αὐτὸν πέμψαντες, ἐπεὶ μηδὲν ων ἐπετάττετο επραττε, τὸν πόλεμον ἐψηφίσαντο, χρώμενοι μὲν τῇ τῶν ̔Ελλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ' ἀληθὲς ἀγανακτοῦντες ἐφ' οις ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ινα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν ̓Ιταλίαν στρατεύσῃ κατὰ τὸν Πύρρον. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε αλλα παρεσκευάσαντο ευ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον ̓Απούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν ̓Ιόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες ουν τὴν δύναμιν πᾶσαν ο τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος, αὐτὸς μὲν τῷ ναυτικῷ τὰς ̓Αθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύσατο καὶ Χαλκίδα κατεχομένην ὑπ' αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς ̓Αθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο 2.294 αυθις προσβαλόντα ἀπεκρούσατο, ̓Απούστιος δ' ἐς τὴν Μακεδονίαν, ἀσχόλου περὶ τὴν ̔Ελλάδα τοῦ Φιλίππου οντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ανω καὶ κάτω περιέθει αλλοτε αλλοις ἀμύνων, ὡς δὲ ὁ ̓Απούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ ∆άρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰκοῦσι δ' ουτοι ὑπέρ τε ̓Ιλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, ̓Ιλλυριοί τέ τινες καὶ ̓Αμύνανδρος ̓Αθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ων, σύμμαχοι πρότερον οντες αὐτοῦ, πρὸς τοὺς ̔Ρωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οικοι εδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος εσπευσε. γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ ̓Απούστιος ἀνεχώρησεν· ηδη γὰρ καὶ χειμὼν ην. ̔Ραΐσας δ' ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ αμα εαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ' ἐπλησίασαν ἀλλήλοις, ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ες τι χωρίον οθεν ῥᾷον ην αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ' εἰς τὴν ̓Απολλωνίαν ἀνεκομίσθη. καὶ ὁ ̓Απού2.295 στιος δὲ μετὰ τῶν ̔Ροδίων καὶ τοῦ ̓Αττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις ̓Αμίλκας Καρχηδόνιος, τῷ Μάγωνι