310
τριχῶν. ̓Ολολυγμόσ. θρῆνος μετὰ κραυγῆς καὶ ηχου. Ολοσ. απας. εἰ μὲν ειη ἐπὶ ψυχῆς καὶ διανοίας, μεγάλα, ἐπὶ δὲ σώματος, μικρά. ολος ἀνάπηρος. omicron.1443 * ̓Ολμειόσ. ποταμός.* † Ολοψοσ. οἰκτρός.† ̓Ολυμπιονίκησ. ἐν παλαίστρᾳ γενναιότατος, η ὁ νενικηκὼς κατὰ τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐκαλεῖτο. ̓Ολύμπιοσ. οὐράνιος· θαυμαστός. Ολυμποσ. ὁ οὐρανός. ὡς τό· -ὀλύμπια δώματ' εχοντες. εστι καὶ ορος ουτω καλούμενον. ολυμπος δὲ ὁ οὐρανὸς, ἀπὸ τοῦ ειναι ὁλολαμπής. † Ολυροσ. τραχύς.† ̓Ολοθρευτοῦ. δύναμιν τινὰ λέγει ὁ ̓Απόστολος τιμωρόν. καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. † ̓Ολιγόψυχοσ. ῥάθυμος· ἀναπεπτωκώς.† (Θηλυκόν.) ̓Ολιζῶνα. τραχεῖαν. ̓Ολέτειρα. ἀπὸ τοῦ ολλω, τὸ φθείρω. † Ὀλιγαρκία.† ̓Ολιγοδεΐα. ἀπὸ τῆς ἐνδείας. ὀλιγοδέεια δὲ ἐπὶ τοῦ φόβου, δίφθογγον. † ̓Ολιοσσόνην. λευκήν.† ̓Ολοή. ἡ ὀλεθρία. καὶ ὀλοιή. ἡ ὀλεθρία. παρὰ τὸ ολλω, τὸ φθείρω, η τὸ ὀλῶ, ἐξ ου καὶ τὸ ὀλλύω, γίνεται ὀλοὸς, ὀλοὴ, ὡς θοὸς, θοὴ, καὶ πλεονασμῷ τοῦ ˉι ὀλοιή. ̓Ολιγαρτία. ἡ τοῦ σίτου ενδεια. ̔Ολκάδεσ. αἱ νῆες. omicron.1444 * Ολισθοσ. ὀλισθρά.* ̓Ολολυγή. φωνὴ γυναικῶν, ην ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμεναι. η ἁπλῶς ὁ μετὰ ηχου κλαυθμὸς καὶ θρῆνος. παρὰ τὸ ὀλολύζω. τοῦτο παρὰ τὸ ὀλῶ, ὀλύω, ὀλύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν ὀλολύζω. ̔Ολότησ. ἡ ὁλοκληρία, η περὶ ου ὁ λόγος ἐστὶ, δι' ἑαυτῆς γνωρίζουσα. Ολπισ. ἡ λήκυθος. Καλλίμαχος· -περὶ σκαιοῖο βραχίονος εμπλεον ολπιν. ειρηται παρὰ τὸ οἱονεὶ ἐλαιόπιν τινὰ, η παρὰ τὸ δι' ἑαυτῆς ὀπιπεύεσθαι, ο ἐστιν ἐπιτηρεῖσθαι καὶ διαφυλάττεσθαι τὸ ελαιον. † ̓Ολυμπιάσ. ἡ τετραετία.† Ολυνθοσ. ἡ ὠμὴ συκῆ. κυρίως δὲ ἐπὶ τῆς ἀγρίας συκῆς. ἀπὸ τοῦ ὀλλύω, τὸ φθείρω. ̓Ολυμπία. ὁ ἐν Ηλιδι τόπος. φασὶ γὰρ τὸν ∆ία ἡσθέντα τὸν τόπον ἑαυτῷ ὡς κλῆρον κατασχεῖν ὁμωνύμως τοῦ ὀνόματος τοῦ οὐρανοῦ. ολυμπος γὰρ ὁ οὐρανὸς προσαγορεύεται. (Οὐδέτερον.) ̓Ολλάρια. τὰ χυτροπώλια. ενθα πιπράσκονται αἱ χύτραι. ̓Ολίγου δεῖν. μικροῦ δεῖν, σχεδόν· συντόμως. ̓Ολοόν. τὸ ὀλέθριον. ̓Ολοφώϊον. τὸ ὀλέθριον, τὸ δόλιον, τὸ χαλεπόν. παρὰ τὸ τοὺς φῶτας ὀλλύειν, ηγουν τοὺς ανδρας φθείρειν. omicron.1445 ̓Ολολύγιον. ἀπὸ τῆς ὀλολυγῆς. ̓Ολεσίκρανον. φθορὰ κρανίου. ̓Ολύμπια. ἑορτὴ παρ' Ελλησι μείζων τῶν αλλων παρ' αὐτοῖς ἑορτῶν. καὶ ὁ νικήσας ἐν αὐτοῖς τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐπίσημος ην ἐντεῦθεν, καὶ παντελῶς ἐφημίζετο. ( ̔Ρῆμα.) ̓Ολέκει. φονεύει. καὶ ὀλέκεσθαι τὸ ἐπιστρόφως καὶ ἐῤῥωμένως ἐπ' αὐτοὺς ἐπιστρέφεσθαι. Ολλει. φθείρει. Οληαι. ὀλεσθῇς. ̓Ολιγαρχούμενοι. ὑπ' ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολιτεῖαι· βασιλεία, ὀλιγαρχία καὶ δημοκρατία. ̓Ολιγοδρανέων. ὀλίγον ἰσχύων. ̓Ολιγηπελέων. ὀλίγον ἰσχύων. ̓Ολισθαίνει. ἐκπίπτει. † ̓Ολινύειν. ἀργεῖν· λήγειν.† ̔Ολοκαρπούμενον. ολον προσφερόμενον. ̓Ολολύζω. θρηνῶ μετὰ κλαυθμοῦ καὶ κραυγῆς. ̓Ολοφυρόμενοσ. ἀποδυρόμενος· κλαίων· θρηνῶν. κυρίως δὲ τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. ̓Ολλόμενοσ. ἀπολλύμενος. ̓Ολλύω. τὸ φθείρω. οἱ μὲν παρὰ τὸ ολω, ὀλύω, πλεονασμῷ τοῦ ˉλ, οἱ δὲ παρὰ τὸ ολλω. Ολωλα καὶ ἀπόλωλα καὶ ὀλώλαμεν. ἀντὶ τοῦ ἀπεθάνομεν. καὶ ἀπολώλαμεν. ( ̓Επίῤῥημα.) ̔Ολικῶσ. ἐξ ολου. ̔Ολοτελῶσ. τελείως. ἐξ ὁλοκλήρου. Ολωσ. παντελῶς. ολως ὀψιμαθὴς, ολως σοφιστὴς, μεγάλως. ολος ἀνάπηρος, μικρόν. omicron.1446 Τὸ Ο μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) Ομαδοσ. ὁ θόρυβος. ἡ κραυγή. οἱονεὶ αμαυδός τις ων· παρὰ τὸ ὁμοῦ πολλὰ αὐδεῖν. ̔Ομαίμων. ὁ γνήσιος ἀδελφός. ̔Ομαίχμιοσ. ὁ μέσος. † Ομβροσ ἐστὶν ἀθρόον υδωρ ἐκ νεφῶν ἐκκρινόμενον.† ̔Ομέστιοσ. σύνοικος· ἐγκάτοικος· ὁμόοικος. ̔Ομῆλιξ. ὁ συνηλικιώτης. Ομηροσ. κύριον. ομηρος καὶ ὁ πλησιόχωρος. παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν. οιον ὁμοῦ συνόντων. ̔Ομηρῖται. ἐθνικόν. Ομιλοσ. ἐπὶ μὲν τοῦ πολέμου, παρὰ τὸ ὁμοῦ τὰς ιλας ἐμβάλλειν, ο ἐστι τὰς συστροφάς· ἐπὶ δὲ τῆς ἀναστροφῆς τοῦ πλήθους ηγουν τοῦ οχλου, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Ομφαξ. ἡ ὠμὴ σταφυλή. οἱονεὶ ὠμόφαξ τις ων, καὶ συγκοπῇ ομφαξ. ̔Ομογενῶν. συγγενῶν. ̔Ομόγνιοσ. ἀδελφός. η ὁ γνήσιος συγγενής. ὁμογνίου αιματος. ̔Ομοδίαιτοσ. ὁμοτράπεζος. ̔Ομόδουλοσ. ὁ σύνδουλος. τὸ ὁμόδουλον πῦρ. ̔Ομόθυμοσ. ὁ