310
κυβερνήσας, εἰκότως ἔφη· "Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. [βʹ.] Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου." Πάντα, φησὶ, μεμάθηκας ἀκριβῶς, τίνα εἰργαζόμην καθ ήμενος, τίνα ἔδρων ἀνιστάμενος. ∆ιὰ γὰρ τῆς καθ έδρας καὶ τῆς ἐγέρσεως, πάντα τὸν βίον ἐδήλωσε. Καθαρᾶς δὲ ψυχῆς καὶ συνειδότος ἐῤῥωμένου τὰ ῥή ματα. Καὶ ἐπειδὴ εἶπεν, "Ἐδοκίμασάς με καὶ ἔγνως με," ἵνα μή τις ὑπολάβῃ μετὰ τὸ τέλος τῶν πραγ μάτων μανθάνειν τὸν Θεὸν τὰ γινόμενα, ἁρμοδίως μάλα ἐπήγαγε· γʹ. "Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα κρόθεν." Ἄνωθεν γὰρ, καὶ ἐξ ἀρχῆς, καὶ πρὸ πολ λῶν γενεῶν τῆς ἐμῆς διαπλάσεως, οὐ μόνον τὰς ἐμὰς προεώρακας πράξεις, ἀλλὰ τοὺς ἐσομένους μοι προεώρακας λογισμούς. "Τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας." Ὁ δὲ Θεο δοτίων οὕτως, Τὴν τρίβον μου, καὶ τὴν ὁδόν μου ἐξιχνίασας. Ὁδὸν καὶ τρίβον τὰς πράξεις καλεῖ, σχοῖνον δὲ τὴν τούτων εὐθύτητα· ἐκ μεταφο 80.1936 ρᾶς τῶν οἰκοδομούντων, καὶ σπαρτίῳ τοὺς τοίχους διευθυνόντων. Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πρά ξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν. δʹ. "Καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ γλώσσῃ μου." Οὐ μόνον προ εῖδεν, ἀλλὰ καὶ προείρηκεν ὁ τῶν ὅλων Θεὸς διὰ τῶν προφητῶν, καὶ τῷ Ἱεροβοὰμ θύοντι, καὶ ταῖς δα μάλεσι τὸ θεῖον σέβας προσφέροντι προεθέσπισεν, ὡς ἀναστήσεται υἱὸς τῷ ∆αβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ τοὺς τῶν εἰδώλων ἱερέας παραδώσει θανάτῳ, καὶ τὰ τούτων ὀστᾶ ἐν ἐκείνῳ τῷ βωμῷ κατακαύσει. εʹ. "Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα." ∆ι' αὐτῶν μεμάθηκα τῶν πραγμά των, ὡς ἅπασαν ἔχεις τὴν γνῶσιν, καὶ τῶν πάλαι γεγενημένων, καὶ τῶν μηδέπω γεγενημένων. "Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου." Πῶς γὰρ οἷόν τε λαθεῖν τι τῶν ἐμῶν τὸν ἐμὸν ποιητὴν, τὸν ἔνδον ἐν τῇ μητρῴᾳ με διαπλάσαντα νηδύϊ, καὶ πάσης ἀξιώσαντα προμηθείας; Τὸ δὲ, "Ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου," ἔοικε τῷ, "Αἱ χεῖρές σου ἐποίη σάν με, καὶ ἔπλασάν με." Σημαίνει δὲ κατὰ ταυτὸν καὶ τὴν μετὰ τὴν διάπλασιν προμηθείαν. ʹ. "Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν." Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων τὴν σὴν ἔγνωκα δύναμιν· καὶ ὑμνῆσαι τὴν σὴν θέλων σοφίαν, εἶτα τῆς ἀξίας διαμαρτάνων, τὴν ἧτταν ὁμολογῶ. Οὕτω καὶ τὴν γνῶσιν, καὶ τὴν πρόγνωσιν τοῦ Θεοῦ τῶν ὅλων θαυ μάσας, καὶ ὅτι οὐδὲν αὐτὸν ἔλαθεν, οὔτε τῶν γεγε νημένων, οὔτε τῶν ἐσομένων, ἐφ' ἕτερον μετα βαίνει ταῦτα διηγούμενος· ζʹ. "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" Τὸν οὕτω πάντα σαφῶς ἐπιστάμενον πῶς δυνατὸν λαθεῖν δραπε τεύοντα; Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι τὴν αὐτὴν ἐνέργειαν ἔχειν ἐδίδαξε, καὶ τὸν Θεὸν, καὶ τὸ παν άγιον Πνεῦμα· "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύ ματός σου, καὶ ἀπὸ προσώπου σου ποῦ φύγω;" Ὧν δὲ μία ἡ ἐνέργεια, μία πάντως καὶ ἡ δύναμις· ὧν δὲ μία ἡ δύναμις, μία ἡ φύσις· μία ἄρα τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος ἡ φύσις. ηʹ. "Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει." Ἅπαντα, φησὶ, πληροῖς, καὶ τὰ ἄνω καὶ τὰ κάτω. Τὸ μὲν γὰρ τοῦ ὕψους ἔσχατον, τὸ δὲ τοῦ βάθους. Καλῶς δὲ τῷ μὲν οὐρανῷ τὸ, "Σὺ ἐκεῖ εἶ," συνέζευξε, τῷ δὲ ᾄδῃ τὸ πάρει. Τοῖς γὰρ ἐν οὐρανῷ διαιτωμένοις ἀγγέλοις ἐπαναπαύεται. Πανταχοῦ δὲ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· "καὶ ἐν αὐτῷ ζῶμεν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ κινούμεθα, καὶ ἐσμέν." 80.1937 θʹ, ι. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." Ὄρθρον τὰς ἀνατολὰς ἐκάλεσε, δυσμὰς δὲ τῆς θαλάττης τὰ ἔσχατα. Τῷ γὰρ ὕψει καὶ τῷ βάθει τὸ μῆκος καὶ τὸ πλάτος προσ έθηκε, διδάσκων τὸ τῆς θείας φύσεως ἀπερίγραφον. Ταύτης δὲ τῆς δυνάμεως τὴν πεῖραν ἔλαβε καὶ Ἰωνᾶς ὁ προφήτης. Φυγεῖν γὰρ τὸν τῶν ὅλων Θεὸν ἐπι χειρήσας, καὶ ἥλω, καὶ τοῖς κύμασιν ἐπεδήθη, καὶ οἷον εἱρκτῇ τινι παρεδόθη τῷ κήτει, καὶ πρὸς ἣν ἀπεστάλη πόλιν ἐποδηγήθη. Ἀληθῆ τοίνυν καὶ ἐν ταῦθα δείκνυται τῆς προφητείας τὰ ῥήματα·