310
ἀγωνίαν· ἡγοῦ καὶ κατευοδοῦ, ποιμαίνουσα καὶ διαφέρουσα τὴν φροντίδα τῆς ἀδελφότητος. ὀρρωδεῖ σε τὰ θρυλλούμενα, ὡς φῆς; ἀλλ' ἔχεις θεὸν ἐπίκουρον συνεργίᾳ τῶν προσευχῶν τῆς μητρός, ἐφ' ᾧ τὴν μέριμνάν σου ἐπιρρίψοις καὶ αὐτὸς ποιήσει ῥᾴους τὰς διαθέσεις σου. οὐκ ἔχειν λέγεις τινὰ τὸν προστατοῦντά σοι γνησίως; ἀλλ' ἔχεις τὸν προστάτην αὐτὸν ὃν ἠγάπησας Κύριον, ἔπειτα καὶ τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον, ῥυόμενόν σε ἐκ παντὸς κακοῦ. ∆ιὸ εὐθύμει καὶ μὴ ἀθύμει, εὐρώστει καὶ μὴ ἀρρώστει, πρόνοιαν ποιοῦσα τῆς εὐεξίας τοῦ σώματος, ἵνα δουλεύῃς θεῷ ἀρκούντως καὶ διέπῃς τὰς ἀδελφάς. καὶ αἱ ἀδελφαὶ πάλιν (πρὸς αὐτὰς γὰρ ὁ λόγος ἐπιστρέφοιτο) ἵνα ἕπωνται κατὰ λόγον καὶ ποιμαίνωνται θεοπρεπῶς, σὲ μόνον ἀναπνέουσαι καὶ σὲ μητέρα ἀληθινὴν γνωρίζουσαι καὶ συγγόνους ἀψευδεῖς ἀλλήλας. ὅπου γὰρ ἡ τοιαύτη συμψυχία πάρεστιν, ἐκεῖ ὁ Χριστὸς ἐν μέσῳ καὶ ἡ μακαρία ζωὴ τελειουμένη· μακαρίαν γὰρ ζωὴν εἵλαντο, παρθενίαν ἀσπασάμεναι καὶ Χριστὸν νυμφίον ἔχουσαι καὶ οὐκ ἐπικήρους μνήστορας, ὧν ἡ συνάφεια ὀδυνηρὰ καὶ ἡ μικρὸν ὕστερον διάζευξις ἀλγεινοτέρα. ὃν δὲ νυμφίον ἔχουσι, Χριστόν, οὔποτε ἀποθνήσκει, ἀλλὰ καὶ ζωή ἐστι τῶν ἁπάντων καὶ συνεισελεύσονται αὐτῷ, τηροῦσαι τὸ ἐπάγγελμα τῆς ἁγνείας εἰς τὸν οὐράνιον νυμφῶνα. καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἐνδιδυσκέσθωσαν καὶ ὅ τι ἂν ἄλλο χρειῶδες λαμβανέτωσαν πρὸς τῆς εὐδιακρίτου σου θεοφιλίας· ἐπείπερ φησὶν ὁ ἀπόστολος· οὕτως ὀμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. μόνον ὁμογνωμονείτωσαν, συμφρονείτωσαν, μίαν ψυχὴν ἔχουσαι, ἓν θέλημα, πάντα κοινά, μηδὲν ἰδιόκτητον, μηδὲν ἑτερόγνωμον, καὶ τὸ πᾶν αὐταῖς τῆς σωτηρίας ἐξείργασται καὶ ὁ σύντομος καὶ ὁ πάγκαλος τοῦ κοινοβιακοῦ βίου διήνυσται. καὶ χορεύσουσιν εἰς αἰῶνας αἰώνων μετὰ σοῦ, τῆς καλῆς μητρὸς καὶ θεόφρονος· οὕτω γὰρ τὸ καλὸν κοινόβιον καὶ ἡ καλῶς ποιμαίνουσα εὐφρανθήσονται ὁμοδίαιτον εὐφροσύνην καὶ ἔσονται σὺν Κυρίῳ πάντοτε. Αὕτη ἡμῶν ἡ μικρὰ καὶ μηδαμινὴ προσφώνησις. σὺ δέ, κυρία, τὰ βραχέα σπέρματα λαβοῦσα, παρ' ἑαυτῆς πρόσθες τὰ ἐλλείποντα καὶ προσεύχεσθαι περὶ ἡμῶν τῶν ἁμαρτωλῶν παρακλήθητι· ἵνα, ὧν λόγων ἐσμὲν διδάσκαλοι, τούτων ἐνεργεῖς ὀφθῶμεν πράκτορες καὶ σωθῶμεν σὺν ὑμῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 483 {1Κατηχητική}1 Ὅτι ἐπεζήτησεν ἡ τιμιότης σου λόγον νουθεσίας παρὰ τῆς τα πεινώσεως ἡμῶν, καὶ ὁ λόγος ἡμῶν ἐξουθενημένος καὶ ὁ βίος ἡμῶν ἠμελημένος· ὅμως ὅτι ἐρῶμεν τῆς σωτηρίας σου, καθότι καὶ παρθένος εἶ νύμφη Χριστοῦ, κειμήλιον ἁγιότητος, καὶ καθὼς ἐκ πεποιθήσεως ἐπιζητεῖς ἡμῶν τὴν νουθεσίαν, ἐπιζητεῖς δὲ αὐτὴν διὰ τὴν ἐπὶ θύραις ἐφισταμένην ἁγίαν Τεσσαρακοστήν. καὶ ἡ ἀληθινὴ παρθένος Χριστοῦ οὐκ ἐν ἡμέραις ἀφωρισμέναις, ἀλλ' ἐν παντὶ καιρῷ καὶ ἐν ἑκάστῃ ἡμέρᾳ ζητεῖ πῶς ἀρέσει τῷ Κυρίῳ καὶ νυμφίῳ αὐτῆς. ἔχει δέ τι πάντως καὶ ὁ τῶν νηστειῶν χρόνος ἰδίωμα σπουδῆς ἐναρέτου πρὸς τὸν ὅλον ἐνιαυτόν. Τοιγαροῦν, ὦ τιμιωτάτη, τὸν κατασυνήθη σου κανόνα τῆς ἀσκήσεως ἐνεργεῖν καὶ ἄρτι προθυμήθητι· οὐ γὰρ δυνάμεθα ὁροθετεῖν τοῦτο κἀκεῖνο ἢ σοὶ ἢ ταῖς μετὰ σοῦ συνασκουμέναις διὰ τὸ μήπω εἰδέναι τὴν τάξιν καὶ ἀγωγὴν ὑμῶν. εἷς δὲ ὅρος καὶ κανὼν κοινωφελὴς πᾶσι κεχρεωστημένος, καὶ μάλιστα τοῖς ἀνῃρημένοις τὸ μοναχικὸν ἐπάγγελμα, τὸ μηδὲν ἔξω τῶν ἀπαρεσκόντων θεῷ πράττειν ἡμᾶς, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ τὴν σωτηρίαν ἡμῶν κατεργάζεσθαι· καὶ γὰρ νηστεία ἀληθὴς ἡ παντὸς κακοῦ ἀποχή. νηστεύσωμεν πρῶτον μὲν ἀπὸ τοῦ μὴ εἰσοικίζεσθαι τοὺς πονηροὺς λογισμοὺς ἐν τῇ καρδίᾳ κἀντεῦθεν ἀνάπτεσθαι εἰς ἐπιθυμίας ἐκτόπους. μία γὰρ ἐπιθυμία καὶ εἷς ἔρως ἀληθινός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ὡραῖος νυμφίος, οὗ ἡ ἐφιεμένη ἐξ ὁλοκλήρου ψυχὴ μισεῖ σάρκα καὶ αἷμα καὶ πάντα τὰ τῆς φθορᾶς ἰνδάλματα, ἀεὶ δὲ πτερουμένη τῷ περὶ αὐτὸν πόθῳ ἀποστρέφεται,