311
πολλὰ διαλεχθεὶς καὶ φανερὸν ποιήσας, ὡς διὰ τὴν αὐτῶν μικροψυχίαν καὶ ἀβουλίαν ἀνάξια ἑαυτοῦ καὶ τῆς στρατηγίας καὶ τῆς πείρας πράττει, ἐπείθετό τε ἄκων αὐτοῖς πρὸς τὴν βουλὴν καὶ παρεκελεύετο θαῤῥεῖν, ὡς τοῦ θεοῦ προστησομένου, ὥσπερ δὴ καὶ ἄλλοτε πολλάκις ἐν κινδύνοις οὐ μικροῖς, καὶ 2.333 εἴχοντο ὁδοῦ. ἐπεὶ δὲ ἦσαν Χριστουπόλεως οὐ μακρὰν, πεζῷ περιτυγχάνουσι Ῥακοδυτοῦντι ἐκ ∆ιδυμοτείχου ἀφιγμένῳ, ὃς παρεῖχε γράμματα βασιλεῖ παρὰ βασιλίδος τῆς γυναικὸς καὶ τῶν ἄλλων τῶν ἐν ∆ιδυμοτείχῳ, φυλάττεσθαι παραινοῦντα καὶ μὴ ἀπερισκέπτως πρὸς αὐτοὺς χωρεῖν, εἰ μὴ δύναμιν ἄγοι μεγάλην καὶ πρὸς τοιούτους ἀξιόχρεων πολεμίους. πρωτοστράτωρ γὰρ ὁ Παλαιολόγος πολλὴν ἄγων στρατιὰν πεζήν τε καὶ ἱππικὴν ἐν Περιθεωρίῳ στρατοπεδευόμενος, τὴν αὐτοῦ ἄφιξιν περιμένει ὡς μαχούμενος. Ἀπόκαυκός τε ὁ παρακοιμώμενος ἔχων ἑβδομήκοντα τριήρεις, ἐν αἷς κατέπλευσεν εἰς Ἀμφίπολιν, ἐνταῦθα καὶ αὐτὸς ἐφορμεῖ· περὶ ὧν δέον βουλευσάμενον αὐτὸν, πράττειν ὅ,τι ἂν δοκῇ συμφέρειν. συμβέβηκε δέ τι περὶ τὰ γράμματα ἐκεῖνα θαυμαστὸν καὶ τῆς θεοῦ περὶ τὸν βασιλέα κηδεμονίας φανερῶς. ὡς γὰρ ἐν Βυζαντίῳ ἐμηνύθη, ὡς στρατιὰν ἔχων ἐκ Τριβαλῶν βασιλεὺς ὁ Καντακουζηνὸς αὖθις ἐπανέρχοιτο εἰς ∆ιδυμότειχον, πρωτοστράτωρ τε συμπάσης πεζῆς καὶ ἱππικῆς δυνάμεως στρατηγῶν, πολλὴν ἔχων δύναμιν, εἰς Περιθεώριον ἀφῖκτο, καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ ἐξ Ἀμφιπόλεως ταῖς ἑβδομήκοντα ναυσὶν ἀναστρέφων τῆς αὐτῆς ἕνεκα αἰτίας, ἔγνω δεῖν περιμένειν καὶ αὐτὸς μετὰ τῆς ἄλλης στρατιᾶς καὶ βασιλεῖ τὴν ἐπάνοδον κωλύειν. τῶν ὁδῶν δὲ, ὡς ἔθος, φυλαττομένων, ἵνα μὴ λανθάνοιεν ἐκ ∆ιδυμοτείχου ἢ 2.334 βασιλέως πρὸς ἀλλήλους ἀφικνούμενοί τινες, ὁ τὰ γράμματα κατέχων ταῦτα συνελήφθη καὶ ἤχθη πρὸς πρωτοστράτορα· ἀνερευνώμενος δὲ περὶ γραμμάτων, ὡμολόγει ἔχειν καὶ παρείχετο εὐθύς. τὰ δὲ ἐδεῖτο βασιλέως τάχιστα ἥκειν πρὸς αὐτοὺς καὶ μὴ ῥᾳθυμεῖν. τῶν γὰρ ἐν ∆ιδυμοτείχῳ τὸ μὲν στρατιωτικὸν ἱππεῖς τε καὶ πεζοὶ τὰ κατὰ Θρᾴκην χωρία ληϊζόμενοι ἀφορμὰς τοῦ βίου ἐποιοῦντο. ὁμοίως δὲ καὶ χειροτέχναι καὶ ἄλλοι, ὅσοις ὁ βίος ἦν ἐκ τῶν χειρῶν, πονοῦντες καὶ ἐργαζόμενοι, διέζων τῶν ἀναγκαίων εὐποροῦντες. οἱ μέσοι δὲ τῶν πολιτῶν πάνυ κραταιῶς ἐπιέζοντο ὑπὸ ἐνδείας μηδεμίαν οὐδαμόθεν εὐπορίαν ἔχοντες. διὰ ταῦτα οὖν ἐδέοντο βασιλέως βασιλίς τε ἡ γυνὴ ὁμοίως καὶ οἱ ἄλλοι, τάχιστα ἐπανήκειν, ὡς τῆς αὐτοῦ ἐπιδημίας τοῖς πολίταις ἐσομένης μεγάλων συμφορῶν ἀπαλλαγῆς. πρωτοστράτωρ δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, περίεργόν τι δῆθεν ποιῶν καὶ ἀγχινοίας ἄξιον, ἔπειθε τὸν ἄγοντα, χρυσίον παρασχόμενος καὶ αὐτὸν ἐπαγγειλάμενος καὶ οἰκείους εὖ ποιήσειν, Σηλυβριανὸς γὰρ ἦν, ὥστε τὰ γράμματα μεταγραφέντα ᾗ αὐτῷ ἐδόκει, Καντακουζηνῷ ἀγαγόντα παρασχεῖν, μηδὲν ἀπαγγείλαντα τῶν εἰργασμένων, ἀλλ' ὡς ὄντα βασιλίδος τῆς γυναικός. ὁ μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα καὶ πρωτοστράτωρ ἄκων ὠφέλησε βασιλέα τε καὶ τοὺς περὶ αὐτόν. ὡς γὰρ τά τε γράμματα ἀνεγινώσκετο καὶ ἤκουον περὶ τῆς ἐνεδρευούσης στρατιᾶς οἱ περὶ βασιλέα, ὡς πολλαπλασίων τε αὐτῶν εἴη 2.335 καὶ τοῖς πᾶσιν ἐῤῥωμένη, οἷα δὴ οὔπω χθὲς καὶ πρώην τῶν οἰκιῶν εἰς τὴν στρατείαν ἐξελθόντες, θεῷ τε πολλὰς ὡμολόγουν χάριτας τῆς εἰς αὐτοὺς προνοίας καὶ τῶν κινδύνων τῆς ἀπαλλαγῆς, καὶ βασιλίδι τῆς σπουδῆς καὶ τῆς φροντίδος τῆς περὶ αὐτοὺς, καὶ ἄσμενοι ὑπέστρεφον, τοῦ μείζονος κινδύνου τὰ δυσχερῆ πρότερον καὶ δυσάρεστα ῥᾷστα καὶ λυσιτελέστατα φαίνεσθαι ποιοῦντος. οὕτω μὲν οὖν βασιλεύς τε καὶ οἱ ἀμφ' αὐτὸν ἀπροσδοκήτων ἐῤῥύοντο κινδύνων ἐκ τῆς παρὰ τῶν πολεμίων πονηρίας μέγιστα ὠφεληθέντες. ὁ μέγας δὲ δοὺξ πυθόμενος, ὡς πάνυ φαύλην ἄγων στρατιὰν καὶ ἐς τὰ μάλιστα εὐεπιχείρητος ὢν, ἀναστρέψειεν ἐκ τῶν γραμμάτων, ἃ μεταποιήσειεν ὁ γαμβρὸς, πολλὴν αὐτῷ ἐπῆγε μέμψιν καὶ ὠργίζετο φανερῶς, ὅτι τὸν ἐχθρὸν ἐξ ἀβουλίας ὠφελήσειε. πολλοὶ δὲ καὶ τῶν τὰ ἴσα ᾑρημένων Ἀποκαύκῳ καὶ ἀπιστίας