311
συστρατεύσας ἐν ̓Ιταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν ηγεν, ὡς δ' ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας τῶν ̔Ρωμαίων ἀπέστησε καὶ μετ' αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἱ μὲν Λίγυες ετυχον αὐτῶν, τοῖς αλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ' ἀντεστράτευσεν ἐπ' αὐτοὺς Αὐρήλιος ὁ υπατος, φθονήσας τῆς νίκης τῷ στρατηγῷ. Τῷ δ' ἑξῆς ετει πρὸς τοῦ ̓Αμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν, καὶ τὴν συμμαχίδα τῶν ̔Ρωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν. ̓Εν δὲ τῇ ̔Ελλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ υπατος ἀντεκάθητο τῷ Φιλίππῳ, τὰ τῆς ̓Ηπείρου προκαταλαβόντι στενά, δι' ων εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος υπατος, τοῦ Φιλίππου πᾶν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ οντος δυσπολεμήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ' ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εισω τῶν στενῶν παρελθεῖν· οθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ' 2.296 υπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ' ἐν τῇ ̓Ηπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν ̓Ελάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφὸς αὐτοῦ μετὰ τοῦ ̓Αττάλου καὶ τῶν ̔Ροδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες, καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς ̓Αχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί· καὶ ̓Αθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἱ γνῶμαι τῶν ̓Αχαιῶν, τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων, τῶν δὲ τοῖς ̔Ρωμαίοις, ὀψὲ δ' ουν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα, πονήσαντες δ' ἐπεκδρομαῖς ἀπανέστησαν. Ειτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἁλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν υπατον ἐπεκηρυκεύσατο. καὶ ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ, καὶ συνῆλθον αὐτοὶ καὶ οἱ σύμμαχοι, ἐπράχθη δ' οὐδὲν η οτι πρέσβεις εἰς ̔Ρώμην πέμψαι τῷ Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ ̔Ελλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε ∆ημητριάδος τῆς Θεσσαλικῆς, οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι εφασαν, καὶ απρακτοι ἀπηλλάγησαν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τῷ Φλαμινίῳ τὴν ἐν τῇ ̔Ελλάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ετος, αὐτῷ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ, οτι κατὰ χώραν εμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον οτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ἐσπείσατό οἱ, καίτοι φίλος ων τοῦ Φιλίππου 2.297 καὶ τὸ Αργος λαβὼν παρ' αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς ̔Ρωμαίοις ἡ πόλις ληφθῇ, τῷ Νάβιδι αὐτήν, ιν' αυθις ἀποδοίη, παρακατέθετο. Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ' ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ' ομηροι τῶν Καρχηδονίων οι τε δοῦλοι οἱ μετ' αὐτῶν καὶ οι τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αις εκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες, καὶ πολλοὺς τῶν ἐπιχωρίων φονεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἱ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς ̔Ρωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν ̔Ρώμην ἐλάσοντες. δείσαντες ουν οἱ ̔Ρωμαῖοι αμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον ̔Ροῦφον ἐπὶ τοὺς Γαλάτας επεμψαν· οι διαιρεθέντες αλλος αλλην ἐπόρθουν χώραν. πρὸς ουν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν, καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ ̓Αμίλκου συμβαλόντες ἡττήθησαν, οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ ̔Ρούφῳ συνέβαλον, ἀλλ' ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγῳ