311
ὁμόφρων, ὁ τῆς ὁμοίας ψυχῆς καὶ καρτερίας. ̔Ομοούσιοσ. ὁ ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐσίας ὑπάρχων. ̔Ομόσιτοσ. ὁμοδίαιτος. ̔Ομοσπόνδουσ. τοὺς ὁμοφύλους. ἀπὸ τοῦ σπένδω, τὸ φιλιοῦμαι. omicron.1447 ̔Ομόσφυροσ. ὁ ἀδελφός. διὰ τὸ περὶ τὰ αὐτὰ, τὰ σφυρὰ τῆς μητρὸς πεσεῖν γεννηθέντα. ̔Ομοφυήσ. ὁ ὁμογενής. † Ομπνιοσ. τρόφιμος.† ̓Ομφαλόσ. κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος κατὰ τὸ μέσον ειρηται. παρὰ τὸ ὀμπνεῖν, ο ἐστιν ἀναπνεῖν, γίνεται ὀμπναλὸς καὶ ὀμφαλὸς κατὰ τροπὴν τοῦ π εἰς φ, καὶ ἀποβολῇ τοῦ ν. ὀμφαλός ἐστι, δι' ου τὸ εμβρυον ἀναπνεῖ· τὸ γὰρ βρέφος κατὰ γαστρὸς ον παρὰ αὐτὸν εἰλεῖται καὶ ἀναπνεῖ καὶ τρέφεται. η παρὰ τὸ φαλῷ ἐοικέναι· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ πρὸ τῆς ἀποτομῆς. ειρηται δὲ μεταφορικῶς καὶ ἐπὶ ζυγοῦ καὶ ἀσπίδος καὶ αλλων τινῶν. ̔Ομοίϊοσ. ομοιος. πλεονασμῷ τοῦ ˉι, ὡς γελοῖος γελοίϊος. ̔Ομώλακεσ. ὁμοαύλακες, ομοροι. ωλακα γὰρ τὴν αυλακα λέγουσιν οἱ ∆ωριεῖς. ̔Ομωρόφιοσ. ὁ ὁμόστεγος. Ομοροσ. γείτων. πλησιόχωρος. (Θηλυκόν.) ̔Ομήγυρισ. συνάθροισμα. παρὰ τὸ ὁμοῦ ἀγείρεσθαι καὶ συναθροίζεσθαι. ̔Ομηλικιῶτισ. ἡ συνῆλιξ καὶ ὁμῆλιξ. ̔Ομηρεία. ἡ τοῦ ὁμήρου, καὶ ἡ συναλλαγὴ καὶ ἀντιπρόσοψις. ̔Ομίχλη. σκότος· ἀορασία. η παχὺς καὶ ὑγρὸς ἀήρ. οἱονεὶ ὁμοΐλη τις ουσα. παρὰ τὸ ὁμοῦ καὶ τὴν ειλησιν τῶν νεφῶν, ὁμίλη, καὶ πλεονασμῷ τοῦ χ ὁμίχλη. omicron.1448 ̓Ομίχησισ. ἡ ουρησις. ̔Ομοκλή. ἡ ἀπειλή. εστι ῥῆμα κλῶ, τὸ φωνῶ καὶ λέγω. τὸ δὲ κλῶ ἀπὸ τοῦ καλῶ γίνεται κατὰ συγκοπήν. ἐκ τοῦ ουν κλῶ καὶ τοῦ ὁμοῦ γέγονεν ὁμοκλῶ καὶ ὁμοκλή. οἱονεὶ ἡ ὁμοῦ πᾶσι λεγομένη. οιον· -μετὰ δὲ Τρώεσσιν ὁμόκλα. ἀντὶ τοῦ πᾶσιν ἐφώνει καὶ ελεγεν. οθεν καὶ τὸ ἐνικλᾷν ἀντὶ τοῦ ἀντιλέγειν. τὴν γὰρ ἐν πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν. ὡς παρὰ τῷ Σοφοκλεῖ· ἐγὼ δ' ̓Οδυσσέα τὸν σὸν ἐνστάτην λέγω. ἀντὶ τοῦ ἀντιστάτην. ̓Ομόλη. ονομα ορους. ̔Ομοφροσύνη. ἡ ὁμόνοια. Ομπνοια. ἡ ὁμόπνοια. η ἀναπνοή. ̓Ομφή. θεία φήμη, θεία φωνή. η θεῖος ονειρος. παρὰ τὸ φῶ, τὸ φαίνω, καὶ τὸ ον γέγονεν ὀμφὴ, τροπῇ τοῦ ν εἰς μ. ἡ τὸ ον φαίνουσα. ̓Ομβριμαῖον. υδωρ. ̔Ομήρειον εποσ. τὸ τοῦ ̔Ομήρου. Ομηρα. τὰ ενεκεν εἰρήνης διδόμενα ἐνέχυρα. ̔Ομοιομερέσ. ου τὸ μέρος τῷ ολῳ ὁμοιοῦται. η καὶ τὸ αλλοις καὶ τῷ ολῳ ὁμωνύμως λεγόμενον. ̔Ομοιώματα. ὑφεστώτων μιμήματα. οιον ἡλίου, σελήνης, ἀνθρώπων, θηρίων. Ομοργμα. ἀποπίασμα. ̔Ομόστολον. τὸ σύμμορφον τῇ ψυχῇ. omicron.1449 ̔Ομόνομον. τὸ εχον τὴν αὐτὴν νομήν. ̔Ομοούσιον. τὸ αὐτὸν κατὰ τὸ ὑποκείμενον. η τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου. η τὸ ἀπαράλλακτον κατὰ τὴν οὐσίαν. ̔Ομοούσιον. τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ισον ἀπαραλλάκτου ὑπάρχον, ωσπερ ανθρωπος ἀνθρώπου, αγγελος ἀγγέλου, καὶ ζῶον ζώου, καὶ φλὸξ φλογός· ἐν διαφόροις μὲν ὑποστάσεσιν, ἐν μιᾷ δὲ οὐσίᾳ οντα. ὁμοούσιον δὲ λέγεται, οτι μίαν οὐσίαν καὶ δύναμιν κέκτηται. πενταχῶς δὲ ειρηται τὸ ὁμοούσιον· ὁμοούσιον συγγενές· ὁμογενές· ὁμοφυὲς καὶ ὁμόφυλον. η ὁμοούσιον ἐστὶ τὸ τῇ δυνάμει ἐν τῇ αὐτῇ οὐσίᾳ ελαττον. οιον λίθος σαθρὸς καὶ λίθος ἀκρότομος· ξύλον φοίνικος καὶ ξύλον ἐβένινον· σὰρξ ἰχθύος καὶ σὰρξ καμήλου. ἑτεροούσιον δέ ἐστι τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ καὶ υδωρ, καὶ ανθρωπος καὶ αγγελος, καὶ πηλὸς καὶ ηλιος, πρὸς χλόην. ̔Ομοϋπόστατον. τὸ εἰς μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν αλλως συντεθειμένον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν οὐσίαν τυγχάνον, ὡς ἐπὶ ψυχῆς εχει καὶ σώματος καὶ τῶν αλλων, οσα φύσεως ἑτερότητι διαφέροντα καθ' ὑπόστασιν ηνωται. ̔Ομώνυμα. ὁμώνυμα λέγεται, ων ονομα μὲν κοινὸν, ὁ δὲ κατὰ τουνομα λόγος τῆς οὐσίας ετερος. οιον οἱ Σίμωνες· καθὸ μὲν Σίμωνες ὁμώνυμοι. ἀναγκαίως ουν ειρηται κατὰ τουνομα. ὁ γὰρ λόγος ὁ σημαινόμενος ὑπὸ τοῦ ὀνόματος omicron.1450 ετερος. αλλος γὰρ ὁ Κανανίτης Σίμων μετὰ τῆς διαφορᾶς, καὶ αλλος ὁ ζηλωτής. οὐδὲν δὲ ἀδύνατον τὰ αὐτὰ †πράγματα ὁμώνυμά τε ειναι καὶ συνώνυμα† κατ' αλλο †μέν τι† καὶ αλλο καὶ †οὐ† κατὰ τὸ αὐτό. ̔Ομώνυμον ονομά ἐστι τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οιον