311
ὅτι "Εἰ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δε ξιά σου. [ιαʹ] Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐὰν εἴπω, Ἴσως σκότος περισκεπάσει με, ἀλλὰ καὶ νὺξ φωτεινὴ περὶ ἐμέ. Κἂν πρὸς ἀνίσχοντα, φησὶ, κἂν πρὸς δυόμενον ἥλιον καταφύγω, τὴν σὴν οὐ διαφεύξομαι δύναμιν· κἂν τῷ σκότει τῆς νυκτὸς κατακαλύψασθαι πειραθῶ, οὐδ' οὕτως λήσομαι. Σοὶ γὰρ φῶς ἐστι καὶ τὸ σκότος. ιβʹ. "Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται." Ὁ δὲ Σύμμαχος οὕ τως· Οὔτε σκότος σκοτεινὸν ἔσται ὑπὲρ σὲ, ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖται. Τὸ σκότος, φησὶν, ἐμοί ἐστι σκότος· ἐγὼ γὰρ ἔχω φωτὸς καὶ σκότους διαφοράν. Σοὶ δὲ τῷ νοερῷ φωτὶ, καὶ νὺξ φανωτάτη, καὶ πάσης μεσημβρίας φωτεινοτέρα. "Ὡς τὸ σκό τος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς." Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. ιγʹ. "Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου." Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος. Νεφροὺς γὰρ ἐνταῦθα τοὺς λογισμοὺς προσηγόρευσεν. Ἐπειδὴ γὰρ τὸ ἐπιθυμητικὸν ἔγκει ται τοῖς νεφροῖς, οἱ λογισμοὶ δὲ τὴν ταύτης δέχον ται προσβολὴν, λογισμοὺς ἐκάλεσε τοὺς νεφρούς. "Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου." Σύ μου γέγονας καὶ παιδοτρίβης, καὶ κηδεμὼν, καὶ δι δάσκαλος, καὶ εὐθὺς τῆς μήτρας ἐξελθὼν τῆς σῆς προνοίας ἀπήλαυσα. ιδʹ. "Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμα στώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα." Τούτου δὲ χάριν ὑμνῶν δια τελῶ, ταῖς σαῖς μεγαλουργίαις καταυγαζόμενος, καὶ εἰς τοῦτο διεγειρόμενος. 80.1940 ιεʹ. "Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίη σας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς." Ἅπαντα, φησὶν, ἀκριβῶς γινώσκεις τὰ κατ' ἐμοῦ. Σὺ γὰρ ἔτι με τῇ νηδύϊ τῇ μητρῴᾳ κρυπτόμενον ἔπλασας, καὶ οἱονεὶ ἐν τῷ ἐσχάτῳ μέρει τῆς γῆς ὄντα, εἰς φῶς ἤγαγες. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Οὐκ ἐπεκαλύφθη ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύ φῳ, ἐποικίλθην ὡς ἐν κατωτάτῳ τῆς γῆς. Οὐ δέν σε, φησὶ, λαθεῖν δυνατὸν ἐν τῷ κρυπτῷ τῆς φύ σεως ἐργαστηρίῳ διαπλάττοντα τῶν ἀνθρώπων τὴν φύσιν. ιʹ. "Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις οὐκ ἐνδεούσης οὐδεμιᾶς. Οὕτω μὲ, φησὶν, εἶδες πρὶν διαπλασθῆναι καὶ μορφωθῆναι, ὡς τοὺς ἤδη γεννη θέντας, καὶ τελείους γεγενημένους, καὶ οὐδεμιᾶς ἐν δεεῖς ἡμέρας, καὶ ἐν τοῖς σοῖς βιβλίοις ἀναγεγραμμέ νους. Τούτων τῶν βιβλίων καὶ ὁ μακάριος μέμνηται ∆ανιήλ· "Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βί βλοι ἠνεῴχθησαν." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγ γελίοις, "Ὑμῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί." Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον τοῦ Θεοῦ μνήμην. Οὕτω τὰ θεῖα διηγησάμενος, τὸν οἰ κεῖον ἀποκαλύπτει σκοπὸν, οὐ φιλοτιμίᾳ χρώμε νος, ἀλλ' ὠφελείας ἀρχέτυπον προτιθείς. ιζʹ. "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν." Τοῦτο σαφῶς καὶ ἡ ἱστορία διδάσκει· πάσης γὰρ τοὺς θείους ἱερέας ἠξίωσε θεραπείας. Ἤκουσαν γὰρ πάντες τῶν ὑποσχέσεων, ἃς πρὸς τὸν Ἀβραὰμ ὁ Θεὸς ἐποιήσατο, "Εὐλογήσω, λέγων, τοὺς εὐλογοῦν τάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι." Τὸ δὲ, "Ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν," ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν, Ἐκραταιώθησαν οἱ πένη τες αὐτῶν. Οἱ γὰρ πάλαι διὰ τὰς τῶν δυσσεβῶν βα σιλέων παρανομίας ἐν εὐτελείᾳ καὶ πενίᾳ διάγοντες πάσης ἀπήλαυσαν παρὰ τῷ Ἰωσίᾳ τιμῆς. ιηʹ. "Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται." Τῇ γὰρ τοῦ βασιλέως εὐσεβείᾳ, καὶ οἱ πάλαι δυσσεβεῖς, τὴν διάνοιαν φωτισθέντες, παλινῳδίαν ᾖσαν, καὶ τὴν κατὰ νόμον πολιτείαν ἠσπάσαντο, καὶ οἱ πάλαι εὐαρίθμητοι ἀριθμοῦ