311
σχεδὸν εἰπεῖν, καὶ αὐτὸν τὸν ἥλιον ὁρᾶν καὶ σφαδάζει καὶ τοῦ σώματος ἐκβῆναι καὶ πρὸς τὸν ποθούμενον γενέσθαι· ὅπερ ἐστὶ τὸ ἀκρότατον ὀρεκτὸν τοῖς λόγου μετειληφόσιν. νηστεύσωμεν δὴ κατὰ δεύτερον λόγον καὶ ἀπὸ βρωμάτων ποσότητός τε καὶ ποιότητος καὶ τοσοῦτον, ὁπόσον ἡ δύναμις τοῦ σώματος φέρει· φησὶ γὰρ ὁ ἀπόστολος· ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· τὸ ἱλαρὸν γὰρ ἀγαπᾷ ὁ θεὸς καὶ τὸ κατὰ δύναμιν. τοῦτο δὲ ἐπὶ σοῦ τῆς καθηγουμένης κυριολεκτεῖσθαι δύναται, ἐπὶ δὲ τῆς ἀδελφότητος οὐκ ἔχει δύναμιν διὰ τὸ κατὰ τὴν ὑπὸ σοῦ δεδομένην διάταξιν καὶ ἐσθίειν καὶ πίνειν καὶ τὴν ἄλλην ἀγωγὴν εἶναι ἐφ' ἑκάστης, ὥστε διακριτικοῦ ὄμματός σοι χρεία προσηκόντως τὰ κατ' αὐτὰς ἐπιθεωρεῖν. κοινῶς δὲ ἐπὶ πᾶσι τὸ ἀπέχεσθαι ματαιολογίας ἀκαίρου, βασκανίας ἀτόπου, ἀργίας περιέργου, μᾶλλον μὲν οὖν ἡσυχίαν ἄγειν εὔκαιρον καὶ λόγον φθέγγεσθαι δέοντα καὶ ἀγαπᾶν καὶ στέργειν ἀλλήλας κατὰ Κύριον καὶ πάντα κοινὰ ἔχειν καὶ μηδὲν ἀποτεταγμένως ἴδιον, μήτε μὴν ἰδιοβούλως τι πράττειν, κἂν δοκῇ εὐάρεστον εἶναι, ἀλλ' ὡς ὑπὸ σοῦ διατέτακται, μήτε μεμερισμένην ἔχειν τὴν καρδίαν ἐν ταῖς τῶν κατὰ σάρκα ἰδίων σχέσεσι, σχολῇ γε εἰπεῖν ἐν ἄλλων τινῶν ἀγαπήσεσιν, ἀλλ' ὅλην δι' ὅλου τὴν ψυχὴν συνημμένην εἶναι πρὸς θεόν, εἴς τε τὴν καθηγουμένην καὶ πρὸς τὰς κατὰ πνεῦμα ἀδελφάς, ὡς μαρτυρεῖσθαι ἐκεῖνο ἐφ' ὑμῖν λελέχθαι, ὅπερ καὶ ἐπὶ τῶν ἀποστόλων, ὅτι ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία πάντων καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον, ἀλλ' ἦν ἅπαντα κοινά. Ὅπου οὖν τοῦτο κεκατώρθωται, ἐκεῖ ὁ ἀποστολικὸς βίος τεθεώρηται, ἐκεῖ ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, ἐκεῖ ἡ ἄλυπος καὶ μακαρία ζωή, ἐκεῖ ἡ τῶν φρονίμων παρθένων χορεία, ἐκεῖ ὁ νυμφίος Χριστός, μέσος ὁρῶν καὶ ὁρώμενος, κατὰ νοῦν τρέφων καὶ τρεφόμενος, γλυκαίνων καὶ γλυκαινόμενος, ἐρῶν καὶ ἀντερώμενος, ἐπειδὴ καὶ τρέφει ταῖς φωταυγέσι καὶ τρέφεται ταῖς εἰς ἀρετὴν ἑκάστου ἐπιδόσεσι· πεινᾷ γὰρ τὴν ἑκάστου σωτηρίαν καὶ οἱονεὶ ἐπισκέπτεται τὴν συκῆν· κἂν μὲν εὕρῃ καρπὸν ἐν αὐτῇ θεόβλαστον, ταύτῃ τρέφεται, εἰ δ' οὖν, ἐπικεκατάραται, καθάπερ ἱστορεῖ τὸ εὐαγγέλιον. Σπουδάσωμεν τοίνυν, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἡμεῖς καὶ ὑμεῖς καρποὺς ἐνεγκεῖν ἐξ ἐμφύτων καὶ θείων λογισμῶν γλυκεῖς τῷ Κυρίῳ, τοῦτο μὲν δι' ὅλης τῆς βιώσεως ἡμῶν, τοῦτο δὲ κἀν τῇ ἐπιούσῃ ἱερᾷ ἐγκρατείᾳ, ὡς ἂν θρέψοιμεν αὐτὸν κατὰ τὸ ἅγιον Πάσχα παραγενόμενον, εὐλογοῦντά τε ἡμᾶς ἐπὶ καρποφορίᾳ καὶ ὡς συμμόρφους τοῖς παθήμασιν αὐτοῦ συναναστήσοντα καὶ συνδοξάσοντα ἡμᾶς κατὰ τὴν ἡμέραν τὴν μεγάλην καὶ φοβερὰν τῆς ἐπιφανείας αὐτοῦ· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 484 {1Θεοδότῳ στρατηγῷ}1 Τοῦ ὄντως ὄντος φίλου καὶ ἡ λύπη καὶ ἡ χαρὰ μεταβαίνειν πέφυκε πρὸς τὸν φιλοῦντα, εἴπερ μία σχέσις ἐν ἀμφοτέροις κατὰ τὸν τοῦ πρός τι λόγον τεθεώρηται. ἐπεὶ οὖν καὶ ἡ τοῦ περιποθήτου ἡμῶν δεσπότου περὶ τῆς ἑτεροδόξου κοινωνίας λύπη ἀνηγγέλθη ἡμῖν παρὰ τῆς κυρίας τῆς εὐλαβεστάτης ἡγουμένης τὸ νῦν, τῷ ὄντι ἥψατο καὶ ἡμῶν τῶν ταπεινῶν τὸ πάθος καὶ ἄλγος ἐνεποίησεν ἡμῖν κατὰ καρδίαν, ἐννοοῦσι τὸ ἐναντίον ἀπάντημα. ὢ τῆς συμφορᾶς· τίς αὕτη ἡ ἀκούσιος ἀπαγωγή; τίς δὲ ἡ ἀναγκαστικὴ μέθεξις, ἐπαπειλοῦσα τὸν κατὰ σάρκα κίνδυνον ἐν τῷ μὴ προαιρεῖσθαι μεθέξειν τοῦ ἑτεροδόξου ἄρτου; ἑκουσιόθυτον, ὦ χριστιανικώτατε λογισμέ, τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· φησὶ γὰρ ὁ μέγας ἀπόστολος περὶ αὐτοῦ· ὅς, ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείωνσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἐπεὶ οὖν ἑκουσιόθυτον καὶ ἑκουσιόδοτον, τοῖς ἐθέλουσιν, ἀλλ' οὐχὶ τοῖς μὴ ἐθέλουσιν· καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις φησὶ πρὸς τοὺς ἀποστόλους,