αὐτοῦ οὖσαν ἐνέθηκε, καὶ τῇ Ἀθηνᾷ τιθηνεῖσθαι παρηγγύησεν. Οὗτος οὖν ὁ θεὸς καὶ οὗτος ὁ Ζεὺς (καὶ γὰρ ἐκαλεῖτο τὰ τελευταῖα οὕτως, ὥστε καὶ ἐς γράμματα φέρεσθαι) ταῦτά τε ἅμα ἔπραττε καὶ χρήματα αἴσχιστα καὶ δεινότατα συνελέγετο. ἵνα γάρ τις τά τε ὤνια καὶ τὰ καπηλεῖα τάς τε πόρνας καὶ τὰ δικαστήρια, τούς τε χειροτέχνας καὶ τὰ ἀνδράποδα τὰ μισθοφοροῦντα τά τε ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν οὐδὲν ὅ τι οὐκ ἠργυρίζετο, παραλείπῃ, ἀλλὰ τά γε οἰκήματα ἐν αὐτῷ τῷ παλατίῳ ἀποδειχθέντα, καὶ τὰς γυναῖκας τὰς τῶν πρώτων τούς τε παῖδας τοὺς τῶν σεμνοτάτων, οὓς ἐς αὐτὰ καθίζων ὕβριζεν, πάντας ἁπλῶς, τοὺς μὲν ἐθελοντὰς τοὺς δὲ καὶ ἄκοντας, ὅπως καὶ μὴ δυσχεραίνειν τι νομισθῶσιν, πῶς ἄν τις σιωπήσειεν; οὐ μὴν ἀλλὰ τούτοις μὲν οὐ σφόδρα τὸ πλῆθος ἤχθετο, ἀλλὰ καὶ ἔχαιρον ὁμοῦ οἱ τῇ τε ἀσελγείᾳ αὐτοῦ, καὶ ὅτι ἔς τε τὸ χρυσίον καὶ ἐς τὸ ἀργύριον τὸ συλλεγόμενον ἀπ' αὐτῶν ἐμβάλλων ἑκάστοτε ἑαυτὸν ἐκαλινδεῖτο. ὡς μέντοι καὶ περὶ τῶν τελῶν πικρῶς τινα διανομοθετήσας ἐς λεύκωμα αὐτὰ βραχυτάτοις γράμμασιν ἐσέγραψε καὶ ἀφ' ὑψηλοῦ τινος ἀπεκρέμασεν, ὅπως ὡς ἥκιστα ἀναγιγνώσκοιτο, κἀκ τούτου πολλοὶ τοῖς ἐπιτιμίοις ἀγνοοῦντες τὸ κεκωλυμένον ἢ κεκελευσμένον, περιπίπτωσιν, ἔς τε τὸν ἱππόδρομον εὐθὺς σπουδῇ συνέδραμον καὶ δεινὰ συνεβόησαν. 2.335 215. Ὅτι ὁ Κλαύδιος ὁ ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ τὰς χεῖρας ὑποτρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φρονήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ, ὥς γε πλήθει, ἀναλέγεσθαι ἐδίδου. ὅσα δ' οὖν αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν, ἐκακύνετο. περιφανέστατα γὰρ τῶν ὁμοίων ἐδουλοκρατήθη τε καὶ ἐγυναικοκρατήθη· ἅτε γὰρ ἐκ παίδων ἔν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τῆς ἀληθείας εὐήθειαν προσποιησάμενος, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθείς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο, ἀλλὰ καίπερ καὶ τῶν Ῥωμαίων ἁπάντων καὶ τῶν ὑπηκόων αὐτῶν κρατῶν ἐδεδούλωτο. ἐπετίθεντο δ' οὖν αὐτῷ ἔν τε τοῖς πότοις μάλιστα καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις σφίσι προσέκειτο, καὶ μὴν ἐν τῷ καιρῷ τούτῳ εὐαλωτότατος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. καὶ αὐτοῦ καὶ τοῦτο προσλαμβάνοντες οὐκ ἐλάχιστα κατειργάζοντο. καὶ ἐκεῖνον γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις τοσοῦτον δέος ἐνέβαλλον ὥσθ', ἵνα συλλαβὼν εἴπω, πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρᾳ ὑπό τε Κλαυδίου καὶ ὑπ' αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ κατ' ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων. 2.336 Τοιοῦτος οὖν δή τις, ὥς γε συνελόντι εἰπεῖν, ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τε τῶν προειρημένων παθῶν ἐγίγνετο καὶ ἑαυτοῦ ἐκράτει. 216. Ὅτι ὁ Κλαύδιος κοινὸς καὶ ἐπιεικὴς ἦν πρὸς τοὺς Ῥωμαίους· κάμνοντας ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συνεγίγνετο. δημάρχου τέ τινος πληγὰς δούλῳ αὐτοῦ δημοσίᾳ δόντος αὐτὸν μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ ὑπηρέτας αὐτοῦ ἀφελόμενος ἔπειτα καὶ ἐκείνους οὐ πολλῷ ὕστερον ἀπέδωκε. δοῦλόν τε ἕτερον αὐτοῦ, ὅτι τινὰ τῶν ἐπιφανῶν ὕβρισεν, ἐς τὴν ἀγορὰν πέμψας ἀπεμαστίγωσεν. καὶ τῷ συνεδρίῳ αὐτὸς μὲν ἐξανίστατο, εἴ ποτε ἐπὶ πολὺ οἱ ἄλλοι ἑστήκεσαν· καθήμενος γὰρ ὑπὸ τῆς ἀρρωστίας πολλάκις ἀνεγίνωσκέ τινα αἰτούμενος. Λουκίῳ δὲ δὴ Σύλλᾳ καὶ ἐς τὸ τῶν στρατηγῶν βάθρον, ὅτι μὴ δυνηθείς ποτε ὑπὸ γήρως ἐκ τῆς ἑαυτοῦ ἕδρας ἐπακοῦσαί τινα ἀνέστη, καθίζεσθαι ἐπέτρεψεν. 217. Ὅτι καὶ τὴν ἡμέραν, ἐν ᾗ αὐτοκράτωρ ἀπεδείχθη, οὐδὲν ἐξαίρετον ἔπραξεν. 218. Ὅτι γεννηθέντος αὐτοῦ